Ancient Greek
1325.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1325.3
Unproofread scanNot analysed yet
15 ιδ'. Ὁ μὲν οὖν Ὅμηρος, φησί, μόνον ὑπέδειξε τὸ ἀγῆμα, ὁ δὲ Θουκυδίδης ἐξῆλωσεν, ὁ δὲ Δημοσθένης διάδοχος ἀμφοῖν καὶ κληρονόμος ἐγένετο, ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν τούτῳ χρησάμενος. ,,Εἰ δὲ τις ὑμῶν, ὦ Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχούντα ὁρῶν ταύτῃ φο- 20 βερὸν προσπολεμῆσαι 21 νομίζει, σώφρων 22 μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ ὄψις, μᾶλλον δὲ τὸ ὅλον, ἡ τύχη παρὰ πάντ' ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλ' ἐγώγε, εἴ τις αἵρεσιν μοι δόιη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἐλοίμην, ἐθελόντων 25 ὑμῶν, ἃ 23 προσήκει, ποιεῖν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου.