Ancient Greek
1327.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1327.2
Unproofread scanNot analysed yet
ὁμολογούμενα θεραπεύειν ἀδικήματα, καὶ ὑπὲρ τούτων ὁμολογεῖσθαι τοῖς παθούσι, καὶ παραμυθεῖσθαι τοὺς ὑποστάντας δὴ τὸ ἀδίκημα· τίς οὖν ἡ θεραπεία καὶ παραμυθία; τὸ ὁμολογεῖν ἑαυτὸν ἁμαρτηκότα καὶ ἀδικήσαντα· ἡ δὲ σύνταξις τοιαύτη ἐστί. τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία καὶ ἀπολογία, ἡ ὁμολογία τοῦ ἀδικήματος. Τί οὖν ποιεῖ, ὅταν διαλέγῃται τῶν Τρώων τινί; Τοσοῦτόν φησι δύνασθαι τὴν ὁμολογίαν τοῦ πταίσματος, ὥστε ἀντὶ μίσους ἔλεον καὶ παραμυθίαν τῷ ὁμολογοῦντι κατεργάζεσθαι, ὥσπερ καὶ ὁ Πρίαμος εἶπε τὸ·