Ancient Greek
1332.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1332.3
Unproofread scanNot analysed yet
κα. Περὶ τοῦ κωμικῶς λέγειν. Τρεῖς καὶ τούτου μεθόδους ἡμῖν παραδίδωσι, καὶ πρώτην τὸ κατὰ παρωδίαν· ἐστὶ δὴ ἡ τοιαύτη παρωδία, οὐχ ἣν ἤδη φθάσας παρέδωκεν, ἀλλ’ ἑτέρα τις· οἷον παραλλαγή τις οὖσα φωνῆς· δευτέραν τὸ παρὰ προσδοχίαν· ἐστὶ δὲ τοῦτο, ὅταν παρὰ τὴν δόξαν καὶ τὴν ὑπόληψιν τῶν ἀκροατῶν ἔχῃ τι ὁ λόγος τοῖς προειρημένοις ἐπαγόμενον, ὥστε κινῆσαι πρὸς γέλωτα, ὡς ἐν Πλούτῳ Ἀριστοφάνους.