Ancient Greek
1340.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1340.3
Unproofread scanNot analysed yet
Πάτροκλον, ὃν ἑταῖρον· ὁ δ' ἐν πυρὶ βάλλει 8 θυηλάς. 10 ἀλλὰ καὶ τὸ ἐξῆς ἀτοπώτατόν ἐστι νοηθῆναι· οὐ γὰρ ἂν δή 9 τις εὔξαιτο καταβληθῆναι 10 ὑπὸ σοῦς· περὶ δὲ τῆς λέξεως ἐκεῖνό ἐστιν εἰπεῖν, ὅτι ἀτοπός ἐστιν ἡ λέξις ἄλλη ἀντ' ἄλλης παραλαμβανομένη, ὥσπερ αὐτίκα ἐπὶ τοῦ παραδείγματος τούτου, οὕπερ ὁ τεχνικὸς ἐμνήσθη· εἰ λάβοι τις τὴν φθορὰν ἐπὶ τοῦ πολέμου, γελοῖος δόξει· 15 ἐπὶ μὲν γὰρ τοῦ πολέμου ἀναίρεσιν δεῖ παραλαμβάνειν, ἐπὶ δὲ τῆς στάσεως διαφθοράν, διότι ἡ μὲν ἀναίρεσις συντόμως γίνεται, ἡ δὲ διαφθορά. 11 κατὰ μικρόν· ὁ γοῦν νοῦς ἐστι τοιοῦτος, ὅτι προηγήσατο μὲν ὁ πόλεμος, ὃν ἐπολέμησαν πρὸς βαρβάρους, εἶτα ὕστερον σκύλα τι- 20 νὰ διελόμενοι καὶ στασιάσαντες κατ' ὀλίγον ἐφθάρησαν ἐκ τῆς στάσεως· ταῦτα δὲ ἐν τῇ πρώτῃ τῶν Θουκυδίδου ἱστοριῶν κεῖται· 22 φησὶ γὰρ ἐν αὐτῇ ὁ συγγραφεὺς περὶ τῆς Ἐπιδάμνου, ὡς ἀποικὸς ἐστι Κερκυραίων, ξυνώκησαν δὲ καὶ Κερκυραίων τινὲς καὶ τοῦ ἄλλου Δωρικοῦ γένους· 25 προελθόντος δὲ χρόνου ἐγένετο ἡ τῶν Ἐπιδامνίων πόλις μεγάλη καὶ πολυάνθρωπος· στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν, καὶ τῆς δυνάμεως τῆς πολλῆς