Ancient Greek
1342.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1342.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. Περὶ 1 ἐργασίας διαλόγου, δημηγορίας, κωμωδίας, τραγωδίας, συμποσίων Σωκρατικῶν. λέ. Δημηγορία, διάλογος. Ἐνταῦθα μεθόδους 2 ἡμὶν παραδίδωσι περὶ τοῦ πῶς δεῖ τὰ ἀπηριδημημένα ταῦτα ἐργάζεσθαι, καὶ ἄλλας μὲν μεθόδους τῆς τῶν δημηγορητικῶν λόγων ἐργασίας εἶναι φησιν, ἄλλας δὲ τῶν 3 διαλόγων, καὶ τῶν ἐξῆς· πάντα δὲ διὰ διπλῆς λέγει μεθόδον ἐκφέρεσθαι τε καὶ ἀπαγγέλλεσθαι· τὴν μὲν δημηγορίαν δι’ ἐπιτιμήσεως, 4 τουτέστιν ἐπιπλήξεως καὶ παραμυθίας, ἵνα ἡ μὲν ἐπιτίμησις, φησί, διορθοῖ τοὺς ἀκούοντας, τὰς συμφοράς τε τοῦ κοινοῦ καταλέγουσα, καὶ τὸν δῆμον πρὸς ἐπανόρθωσιν διεγείρουσα· διὰ δὲ τῆς παραμυθίας τὸ λυπηρὸν ἐκβάλλῃ· 5 κωμωδίαν δὲ διὰ πικρῶν, τουτέστι λυποῦντων καὶ δακνόντων καὶ γελιῶν, ἵνα διὰ μὲν τῶν πικρῶν σκωμμάτων πάσης κακίας τοὺς ἀκούοντας ἀνακόπτωσιν· 6 τὰ δὲ γελιῶα πάλιν τὰς ψυχὰς αὐτῶν διαχέωσι· τραγωδίαν δὲ δι’ οἴκτου καὶ θαύματος, ἵνα διὰ μὲν τοῦ 7 οἴκτου πρὸς ἐλεεινολογίαν ἐπισπᾶται, διὰ δὲ τοῦ θαύματος καταπεσούσας πάλιν τὰς ψυχὰς ὑπὸ τῆς ἀθυμίας ἀνακτήσεται, καὶ διαναστῆσι διὰ τῆς ἐκπλήξεως, ὥσπερ καὶ Ὅμηρος·