Ancient Greek
1343.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1343.4
Unproofread scanNot analysed yet
Ἄτρεΐδη νῦν ἄμμες πάλιν πλαγχθέντας ἴδω· καὶ τὰ ἕξης. Διάλογος δὲ ἐστὶν ἡ κατὰ πεῦσιν καὶ ἀπόκρισιν συγγραφή. λζ'. Συμπόσια δὲ 12 Σωκρατικὰ διὰ σπουδαίων καὶ γελωίων ἐκφέρονται, τούτεστι διὰ τινων ἐναρέτων λόγων καὶ συνετῶν καὶ ἀναγκαίων καὶ ἀξίων σπουδῆς, καὶ διὰ 10 τῶν πρὸς εὐθυμίαν καὶ ἡδονὴν κινούντων, οὓς εὐχαριτωτέρους 13 λόγους εἶναι φησὶν ὁ Ξενοφῶν, ὡς πρὸς χάριν κινούντας· διὰ μὲν γὰρ τῶν περὶ ἀρετῶν λόγων κοσμεῖται τῶν σοφῶν τὸ συμπόσιον, διὰ δὲ τῶν χαριέντων πρὸς εὐθυμίαν κινεῖται. 14 Διαλόγου δὲ πλοκή 15 15 διὰ λόγων ἠθικῶν τε 16 καὶ ζητητικῶν, ἵνα διὰ μὲν τῶν ἠθικῶν ἄνεσιν τινα καὶ ἀνάπαυσιν λαμβάνῃ ἡ ψυχή, μετὰ δὲ τὴν ἀνάπαυσιν διὰ τῶν ζητητικῶν πάλιν ἐπιτείνεται καὶ πρὸς ἐξέτασιν τρέπηται.