Ancient Greek
1345.7
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1345.7
Unproofread scanNot analysed yet
διηγείται γὰρ ἐν τούτοις 31 ὅτι λελύπηται μὲν πολλά, 10 ἡσθὴ δὲ ὀλίγα· τὸ δὲ ψαμμαχοσιογόργαρα ἐπὶ τοῦ πολλά τέθεται· τὸ γὰρ ψαμμαχόσια καθ' ἑαυτὸν ἐπὶ πλήθει ἐτίθετο· καὶ γὰρ 32 ὡς παρὰ τὸ ἑπτὰ ἑπτακόσια, οὕτως καὶ παρὰ τὸ ψάμμος ψαμμαχόσια καὶ τὸ γόργαρα δὲ ἐπὶ τοῦ πλήθους ἐλέγετο· χαιρηδὸν δὲ 33 λέγεται ἡ 15 χαρά· χαίρειν οὖν ἔφη, ὅτι ὁ Κλέων εἰσῆλθεν ἀπαιτούμενος παρὰ τῶν στρατιωτῶν πέντε τάλαντα, ἅπερ ἀγείλετο ἀπὸ τῶν νησιωτῶν, ἵνα πείσῃ τοὺς Ἀθηναίους ἐπιχορηγίσαι τούτοις 34 τοὺς φόρους· λελύπηται δέ, ὅτι, προσδοκήσαντος αὐτοῦ εἰσαχθῆναι τραγῳδὸν τὸν Αἰσχύ- 20 λον, Θέογνις παρεῖσῆλθεν, 35 ποιητὴς τραγῳδίας πάνυ ψυχρός· ἡσθῆναι δὲ αὐθίς, ἡνίκα μετὰ τὸν Μόσχον, ἦν δὲ οὗτος φαῦλος κιθαρῳδός, ζῶν ἀπνευστὶ πολλά, Λεξίδεός τις εἰσῆλθεν, 36 ἄριστος κιθαρῳδός, καὶ πυθιονίκης, ἀσώμενος τὸ Βουώτιον· ἀλλ' ἀντίρροπος αὐθίς 25 τῇ εὐθυμίᾳ λύπη τούτῳ 37 ἐγένετο, ὅτε δὴ παρέκνυφε 38 Χαῖρις ἐπὶ τῶν ὀρθίων· ἦν δὲ ὁ Χαῖρις κιθαρῳδὸς καὶ