Ancient Greek
1347.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1347.3
Unproofread scanNot analysed yet
μγ᾽. Διαλόγου δὲ πλοκή· διάλογός ἐστι λόγος 5 κατὰ πεῦσιν καὶ ἀπόκρισιν ἐκφερόμενος· πλοκὴν δὲ φησι τὴν σύστασιν· λόγοι δὲ εἰσιν, ἠθικοὶ μὲν, οἱ τὸ ἦθος ῥυθμίζοντες, ὥσπερ οἱ τοῦ Πλουτάρχου, οἱ τοῦ μεγάλου Βασιλείου· ζητητικοὶ δὲ οἱ ζήτησιν ἔχοντες περὶ μεγάλων τιῶν καὶ τῆς τῶν πολλῶν διανοίας ἀποκρισμένων· 10 δεῖν οὖν φησιν ἠθικοὺς λόγους ἀναμεταξὺ τῶν ζητητικῶν παρεμβάλλεσθαι· 49 ὥσπερ καὶ ὁ Χρυσόστομος ἐποίησε, ταῖς ἐξηγήσεσι τῶν θεοπνεύστων λογίων καὶ ἠθικοὺς προσθείς· ἀλλὰ καὶ ὁ Θεολόγος ἐν τῷ· πάλιν ὁ Ἥσοῦς, 50 ζητήσας τί τὸ πτίον, τί δὲ 51 τὸ πῦρ, τί δὲ ἡ ἀξίνη, τί 15 δὲ ἡ μάχαιρα, καὶ ὁ σφαιρωτήρ· καὶ ἠθικοὺς λόγους μετὰ ταῦτα παρενεῖρε, τοὺς περὶ μετανοίας.