Ancient Greek
1349.47 to 1350.20
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1349.47-1350.20
Unproofread scanNot analysed yet
. 15 εἶναι ἢ διὰ τὸ μικρὰ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τῇ ἐπικειᾳ καὶ τῷ ἀληθινῷ καὶ ἐνδιαθέτῳ χρηστέον, ἐνταῦθα διδάσκει· ἐπὶ δὲ καὶ τοῖς ἄλλοις εἴδεσι τοῦ λόγου ἐν ἄλλοις κεφαλαίοις· εἴδεσι δὲ λέγει οὐχ αὐτοῖς ὅλοις, ἀλλὰ μέρεσι τῶν εἰδῶν. Ἐν τῷ περὶ ἀσυνδέτου πληροῖ τὴν ἐπαγγελίαν, ἣν ἐν τῷ περὶ γοργότητος ἐπαγγέλλεται, ἐνθα λέγει, τὰς μέντοι αἰτίας νῦν μὲν οὕτως, νῦν δ᾽ ἐκείνως· χρηται τῷ λόγῳ τῷ τμητικῷ, καὶ ὡς δεῖ καὶ ἡμᾶς αὐτοῖς χρῆσθαι, ἐν τῷ περὶ μεθόδου δεινότητος ἐροῦμεν· ἐνταυθοῖ γὰρ διδάσκει, πότε δεῖ τῷ ἀσυνδέτῳ χρῆσθαι, καὶ πότε τῷ μετὰ συνδέμων σχήματι. Ἐν τῷ περὶ τοῦ προτείνειν τὰς ἐναντίας προτάσεις, ὅπερ ἐπηγγείλατο ἐν τῷ περὶ μεθόδου εὐχρυνείας, ἐκπληροῖ· ἔλεγε γὰρ ἐκεῖ, ὁ δὲ περὶ ἀντιθέσεως εἰσαγωγὸν λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται· νῦν οὖν φησίν, ὅτι κατὰ τρεῖς τρόπους ἐπιστήμην, δόξαν, ἀκοὴν τὰς τοῦ ἀντιδίκου προτάσεις ὀφείλει τις προτείνειν, καὶ κατ᾽ ἐπιστήμην μὲν, ὅτι ἂ μέλλει λέγειν ὁ ἀντιδικῶν, ἀσθενῆ εἰσι, κατὰ δὲ ἀκοήν, ὅταν ὡσιν ἰσχυρά, κατὰ δὲ δόξαν, ὅταν μέσα. Ἐν τῷ περὶ τοῦ λεληθότως λέγειν τὰ αὐτὰ ἢ ἐαντῷ ἢ καὶ ἄλλοις ἐπὶ πέρας ἄγει τὴν ἐν τῷ περὶ μεθόδου εὐχυνείας ἐπαγγελθεῖσαν ὑπόσχεσιν, ἐνθα φησί, συμβαίη δ᾽ ἂν ἴσως καὶ τὸ τὴν οὔσαν τάξιν τοῖς πράγμασι φυλάσσειν δεινότητος εἶναι· φανερὸν δὲ ποιήσομεν ἀκριβῶς τοῦτο ἐν τῷ περὶ δεινότητος· ἐν τούτῳ γὰρ τῷ κεφαλαίῳ διδάσκει, ὡς ἐν τῷ συμβουλευτικῷ εἴδει τοῦ λόγου, ὡσαύτως καὶ τῷ πανηγυρικῷ ἡ τάξις τῶν κεφαλαίων ἀλλάττεσθαι οὐ δύναται· εἶτα τὴν αἰτίαν λέγει, ὅτι 18 ἐροῦμεν· ἐνταυθοῖ γὰρ ———λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος Med. 1. et 2. om. 19 μὲν Vind. Med. 2. om.