Ancient Greek
1352.1 to 1352.6
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1352.1-6
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. παραδειγμάτων ἕτερον δεῖται καιροῦ, τοῦ περὶ μεθόδου δεινότητος. Ὅρα γάρ, πῶς μίγνυται ἐν μὲν τῇ δημηγορίᾳ τραχύτης καὶ γλυκύτης· ἡ μὲν γὰρ ἐπιτίμησις τῆς τραχύτητος, ἡ δὲ παραμυθία τῆς γλυκύτητος, καθὸ τέφ- 5πει τοὺς ἀκούοντας. Ὁσαύτως καὶ ἐν τῇ κωμωδίᾳ πικρῶν καὶ γελιῶν ἀλλήλοις συμπλεκομένων· ἐν δὲ τῇ τραγωδίᾳ σμνότητος καὶ ἀφελείας· τὸ μὲν γὰρ θαῦμα σμνόν τί ἐστι καὶ ἡρωϊκόν, ὁ δὲ οἴκτος ψυχῆς κεκλασμένης ὑπὸ τοῦ πάθους, καὶ οἷον εἰπεῖν ἀγεννοῦς τε καὶ ἀφελοῦς. 10Ἐν δὲ τῷ συμποσίῳ τῷ Σωκρατικῷ πάλιν ἀφέλεια ἡ γλυκύτης καὶ σμνότης· σπουδαῖα γὰρ καὶ γελιῶι ἐγκαταμέμιχται· ἐν δὲ τοῖς διαλόγοις ἡ δεινότης καὶ τὸ ἦθος· Ἡθικοὶ γάρ, φησί, λόγοι καὶ ζητητικοὶ ἀναμεμιγμένοι εἰσίν.