Ancient Greek
136.1
Gregorius Nyssenus Theol., Contra Eunomium 136.1
Unproofread scanNot analysed yet
A βούλονται Μόντιος, καὶ Γάλλος, καὶ Δομετιανὸς ἐπεισὄντες τῷ λόγῳ, καὶ μάρτυρας ψευδεῖς, καὶ βασιλεὺς ὀργιζόμενος, καὶ εἰς ὑπερορίαν τινὰς μεθιστάμενος; Τί γὰρ ἂν καὶ γένοιτο τούτων ματαιώτερον τῶν διηγημάτων τῷ γε μὴ ψιλὴν ἱστορίαν διηγήσασθαι βουλομένῳ, ἀλλὰ διελέξθαι τὸ ἀνειπόντα τῇ τῆς αἵρεσεως δόγματι; Πολλῷ δὲ μᾶλλον δὲ ἐπὶ τούτοις διὰ τῆς ἱστορίας δηλούμενα, πλείονα τὴν ἀχρηστίαν ἔχει· οἶμαι γὰρ μὴδ’ ἂν αὐτὸν τὸν συγγραφέα διελθεῖν δυστάκτως, κἂν φωνικῇ τινὶ στοργῇ κρατῶνται πρὸς τοὺς ἐξ αὐτῶν οἱ πατέρες· δηλοῦται γὰρ ἐκεῖ δῆθεν τὰ πεπραγμένα, καὶ τὰ πάθη διὰ τοῦ λόγου εἰς ὕψος αἴρεται, καὶ εἰς τραγωδίας ὄγκον ἡ ἱστορία παρασκευάζεται.