Ancient Greek
137.1
Gregorius Nyssenus Theol., Contra Eunomium 137.1
Unproofread scanNot analysed yet
A γράφει· Καὶ ἡ πολλὴ βαρύτης τῶν ἄθλων, καὶ τὰ δυσβάστακτα πᾶν· καὶ ἡ γενναία τῶν παθημάτων ὑπομονή, τὸ Φρυγίαν αὐτοὺς ἀντὶ τῆς ἐνεργοῦσης ἀλλάξασθαι. Πάνυ γε. Οὐ γὰρ δυειδὸς ἦν τῷ Ὀλτιστηρίῳ (a) τὰ συμβεβηκότα, καὶ τοῦ πατρικοῦ φροντισμοῦ καθεῖρειν φέροντα, καὶ τὴν τοῦ γένους ἀξίαν ὑβρίζοντα, ὡς μὴ ἂν ἐλέσθαι πᾶντα, ἐφ’ οὓς νῦν χαλεπαίνει, τὸν ὀνομαστὴν ἐκείνον, καὶ διώνυμον Πρίσκον τὸν τοῦ πατρὸς τοῦτο πατέρα. Παρὸν γοῦν τὰ λαμπρά, καὶ περιβόλεπτα τοῦ γένους ἐστὶ διηγήματα. Ὁ μῦλος, καὶ τὸ σχύτος, καὶ τὸ σκεπτικὸν σιτηρεσίον, καὶ ἡ λοιπὴ τοῦ Χαναὰν κληρονομία· καὶ ἐπὶ τούτοις ἔδει κακίζεσθαι τοὺς τὴν μετάστασιν αὐτοῖς προξενησάντας. Συντίθεμαι τούτῳ χάγω, ὅπως ἄξιοι τῆς παρ’ αὐτῶν μέμψεως, οἱ τοῦτων αὐτοῖς αἴτιοι γεγονότες, εἴπερ ὅλως εἰσὶ τινες, ἢ γεγονότων· ὅτι τῶν προεδιωμημένων ἡ γνώσις διὰ τούτων συγκαλυφθεῖσα παραιρεῖται τῶν σεμνοτέρων τὴν μνήμην· καὶ οὐκ ἔὰ πολυπραγμονεῖσθαι τὰ τῶν παρόντων προειδῆτερα· ὅποις ἐκάτερος τὰ καταρχὰς ἀξίας ὑφρμήθησαν, ποίαν ἐκ πατέρων ἔχοντες ἀκολουθίαν τοῦ βίου· τί μικρόν, ἢ μείζον τῶν ἐλευθέροις πρεπόντων ἑαυτοῖς συνεγνωκότες, ἑπεὶκα τοσούτων ἐγνωρίσθησαν τε καὶ ὀνομάσθησαν, ὥστε καὶ βασιλεῦσι γενέσθαι γνώριμοι, καθὼς μεγαλαυχεῖται νῦν τῷ συγγράμματι, καὶ πάσας τὰς ὑπερχοῦσας ἀρχὰς ἐπ’ αὐτοῖς συγχινεῖσθαι, καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης τὰ καθ’ ἑαυτοὺς διαφέρεσθαι.