Ancient Greek
140.1
Gregorius Nyssenus Theol., Contra Eunomium 140.1
Unproofread scanNot analysed yet
τὴν σπουδὴν ἔχει, καὶ ἔγνω πῶς ἂν τις μάλιστα τοὺς ἐμπαθεστέρους τῶν ἀνθρώπων προοοικειώσαιτο. Ἐπειδὴ γὰρ εὐάλωτόν ἐστιν, ὡς τὰ πολλά, δι’ ἡδονῆς τὸ ἀνθρώπινον, καὶ πολλῇ πρὸς τὸ πάθος τοῦτο τῆς φύσεως ἐστὶν ἡ εὐκολία, ἐκ τῶν τραχυτέρων ἐπιτηδευμάτων πρὸς τὸ τῆς ἡδονῆς λείον ἐτοίμως καταπiptoῦσιν· ὡς ἂν μάλιστα κινουνοὺς ἑαυτῷ πολλοὺς τῆς νόσου τῶν δογμάτων προσαταρίσασθαι· τοῦτο γὰρ ἥδὺς γίνεται τοῖς ὑπ’ αὐτοῦ τελουμένοις, τὸ πρόπαντες καὶ ἐπίπονον τῆς ἀρετῆς, ὡς ἀπίθανον εἰς τὴν τοῦ μυστηρίου παραδοχὴν, ἀποβάλλων. Καὶ οἷα μὲν διδάσκουσιν ἐν ἀπορρήτοις, καὶ ὅσα ἐκλαλοῦσιν, καὶ εἰς τὸ ἐμφανὲς ἄγουσιν οἱ δι’ ἀπάτης παραδεδεγμένοι τὸ μίασμα τὴν τε ἀπορρήτων ἐκείνην μυσταγωγίαν, καὶ οἷα παρὰ τοῦ σμενοῦ τῶν μυστηρίων ἱεροφάντου διδάσκονται, βαπτισμὸν τε τρόπον καὶ φύσεως συνηγορίας, καὶ πάντα τὰ τοιαῦτα, εἰ τινι σχολῇ δι’ ἀκριβείας μαθεῖν, ἐκείνους διερωτᾶτω, οἷς ἀνεύθυνον φέρειν τι τῶν ἀπρεπῶν διὰ στόματος· ἡμεῖς δὲ σιγῆσωμεν· οὐδὲ γὰρ κατηγοροῦντας μεμηθῆσθαι τῶν τοιούτων εὐάρετον, καὶ λόγῳ τιμῶν μαθόντας τὴν καθαρότητα, οὐδὲ τοῖς ἐμμελεστόροις τῶν διηγημάτων καταρρύπταινειν τὴν συγγραφὴν· κἂν ἡ ἀλήθεια τοῖς λεγομένοις προσῇ.