Ancient Greek
141.1
Gregorius Nyssenus Theol., Contra Eunomium 141.1
Unproofread scanNot analysed yet
πολλῶν γνωσθῆναι μέγα ποιούμενος, ἐπενόησε τῷ μεγέθει τοῦ κακοῦ τὸ ὄνομα τοῦ τετολμηκότος συμμνημονεύεσθαι. Τοιαύτη καὶ τούτοις ἡ τῆς περιτρανείας ὑπόθεσις, πλὴν ὅσον πρὸς τὸ μείζον ἐν τῷ κακῷ τὴν παραλλαγὴν ἔχει. Οὐ γὰρ ἀψύχοις οἰκοδομήμασιν, ἀλλ' αὐτῇ τῇ ζῶσῃ οἰκοδομῇ τῆς Ἐκκλησίας διαλμαίνονται· οἷον τι πῦρ τῷ τοῦ δόγματος ἐνέντες παραφορᾶν. Ἄλλὰ τὸν μὲν περὶ δόγματος λόγον εἰς τὸν ἴδιον καιρὸν ὑπερθήσομαι.