Ancient Greek
142.3
Gregorius Nyssenus Theol., Contra Eunomium 142.3
Unproofread scanNot analysed yet
Γράφω, εἰ δοκεῖ, καὶ τὴς δευτέρας ἀπολογίας ἀπολογίαν ἄλλην· ἢ γὰρ νῦν οὐ διόρθωσις τῶν ἡμαρτημένων, κατασκευὴ δὲ μᾶλλον τῶν ἐγκλημάτων ἐστι. Τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶσα νόμιμος ἀπολογία πρὸς τὸν τοῦ ἐπενεχθέντος ἐγκλήματος ἀναφερομένη βλέπει; Οἷον, ὁ κλοπῆς, ἢ φόνου, ἢ τινὸς ἑτέρου πλημμελήματος αἰτίαν ἔχων, ἢ ἀρνεῖται καθόλου τὴν πρᾶξιν, ἢ εἰς ἕτερον μετατίθησι τοῦ κακοῦ τὴν αἰτίαν· ἢ εἰ μηδὲν δύναται τούτων, συγγνώμην, καὶ ἕλεον αἰτήσει παρὰ τῶν κυρίων τῆς ψήφου. Ἐνταῦθα οὐτὲ ἀρνήσων ὁ λόγος τῶν ἐπενεχθέντων ἔχει, οὔτε τὴν εἰς ἕτερος μετάστασιν· οὔτε καταφεύγει πρὸς ἕλεον, οὔτε πρὸς τὸ μέλλον εὐγνωμοσύνην κατεπαγγέλλε-