Ancient Greek
146.2
Gregorius Nyssenus Theol., Contra Eunomium 146.2
Unproofread scanNot analysed yet
Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα, καὶ γλενσαμὴν, καὶ λοιδορίαν, καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπεῖξω τὸν λόγον. Εἰ δὲ τις παραιτεῖσθαι με τὸ λοιδορεῖν δι᾽ ἀπειρίαν τῶν ὁμοίων ἀντιδόσεων λέγοι, σκεψάσθω ἑαυτόν· ὅση πρὸς τὸ χειρὸν ἐστιν ἡ εὐκολία δίχα τινὸς πραγματείας αὐτομάτως πρὸς τὴν ἁμαρτίαν κατολισθαίνουσα. Τὸ γὰρ γίνεσθαι κακὸν, ἐν τῷ προελθεῖν μόνον ἀπόκειται, καὶ ἤρκεσε πολλάκις πρὸς τελείωσιν κακίας ἢ βούλησις· πολλὸ δὲ πλέον τὸ εὐχολὸν ἐν τοῖς κατὰ τὴν γλῶσσαν ἐστι πλημμελήμασι. Τὰ μὲν γὰρ λοιπὰ τῶν ἁμαρτημάτων, καὶ χρόνον, καὶ πραγμάτων, καὶ τῆς ἐξωθεν συνεργίας, εἰς τὸ γενέσθαι προσδέεται· ἢ δὲ τοῦ λόγου πρόσφορος κατ᾽ ἐξουσίαν ἔχει τὸ πλημμελεῖν. Ἀποδείξεις δὲ τῶν λεγομένων αὐτὸς ὁ ἐν χερσὶν ἡμῶν τοῦ Εὐνομίου λόγος, ὃν ὁ μὴ παρέργως κατανοήσας, εὑρήσει τὸ κάταντες τῆς ἐν τοῖς ῥήμασι ἁμαρτίας, ἣν μιμεῖσθαι πάντως τῶν εὐπορωτάτων ἐστὶ· κλὴν παντελῶς τις ἀμελετῶς ἔχει τῆς τοῦ βλασφημεῖν ἐμπειρίας. Τί γὰρ δεῖ χάμνεν ὀνοματοποιοῦντα τὰς ὕβρεις, ἐξὼν τοὺς ῥηθέντας αὐτοῖς ἐπὶ τὸν ὑβρίσαντα χρήσασθαι; Πάντα γὰρ ἐν τῷ