Ancient Greek
151.1
Gregorius Nyssenus Theol., Contra Eunomium 151.1
Unproofread scanNot analysed yet
Αμενῶν κρατήσας, οὐτως ἐδέξατο τὴν ἐπὶ Κυζίκῳ τιμὴν, καὶ ἄν εἴχε τὰ ἡμέτερα καθ' ἡμῶν προχειρισθῆναι :εἰ δὲ συνεχῶς ἐπὶ τοῦ λόγου μαρτυρεῖται, ὅτι φεύγων τὸ δυσμενὲς τῶν κριρίων τὴς φήρου, σιωπῇ δέχεται τὴν ἐπαχθεῖσαν αὐτῷ τιμωρίαν, ἐν ἐχθρῷ διαβέσθαι τοὺς ἀγῶνας οὐκ ἀνασχόμενος :τί ἐαυτὸν φενακίζει, καὶ τῇ φωνῇ τοῦ δώλου εἰς μαρτυρίαν τοῦ ἀπολελογηθῆναι συγχέρεται; Μὴ συνειδὼς ὁ θαυμαστὸς τοῦ δώλου τὴν ἐμφρασιν, ὅτι καθάπερ τι γέρας καὶ ἀριστεῖον αὐτῷ τῆς κατὰ ἀσεβείαν ὑπεροχῆς ἡ Κυζίκος προσέδωκεν· ἀλλ' ἐπειδὴ πρὸς τὸ δοκοῦν δέχεται τὸ δῶρον, καὶ ὡς δωρεὰν ἐπινίκιον, δεξάσθω καὶ τὸ συνημμένον τῷ λόγῳ· ὅτι ἐν ἀσεβείᾳ τῶν πάλιν διὰ τῆς νίκης ἔσχε. Ἐπειδὴ γὰρ τοῖς ἡμετέροις καθ' ἡμῶν ἰσχυρίζεται, ἢ ἀμφοτέροις, ἢ οὐδετέροις κεχρῆσθαι δίκαιον.