Ancient Greek
152.1
Gregorius Nyssenus Theol., Contra Eunomium 152.1
Unproofread scanNot analysed yet
A σιλέως ὁρμῇ; ὅτε χαλεπώτερον ἦν ἐν οἴκῳ Θεοῦ καταληφθῆναι τοὺς εὐσεβοῦντας, ἢ ἐπὶ τοῖς πονηροτάτοις τῶν ἐγκλημάτων ἀλῦναι. B Ἄλλα τὸ μὲν τούτοις πᾶσι καθ' ἕκαστον ἐπεκτεῖναι μεγάλης τινὸς ἂν δέοιτο συγγραφῆς, καὶ χρόνου πολλοῦ, καὶ πραγματείας ἰδίας. Ἄλλως τε καὶ φανερῶν ἄπασιν ὄντων τῶν τυχόντων κακῶν, οὐδὲν ἂν γενοῖτο πλέον πρὸς τὸν παρόντα λόγον ἐκ τοῦ μετ' ἀχριδεῖας τὰς συμφοράς ἐκείνας ἐπὶ γραμμάτων ἐκτίθεσθαι. Ὑπεστὶ δὲ καὶ φορτικὸν ἕτερον ἐν τῷ περὶ αὐτῶν διηγήματι, τοὺς τῶν ἡμετέρων ἐξ ἀνάγκης τινὰ μνήμην ποιήσασθαι καθ' ἕκαστον διεξιόντα τὴν τῶν σκυδρωτῶν ἱστορίαν. Εἰ γὰρ τι καὶ πέπρακται τοιούτων ἡμῖν διὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἄγῶνας, οἷον φιλοτιμίαν φέρειν τῷ διηγήματι, τοὺς πλησίον καταλιπεῖν ἡ Σοφία κελεύει, Ἐπαιμᾶσθαι σε γάρ, φησίν, ὁ κέλας, καὶ μὴ τὰ σὰ χείλη. Ὃπερ ὁ τὰ πάντα περισκευασμένος μὴ συνειδώς, τὸ πλεῖστον τῶν συγγραφῆς ἐν ταῖς περὶ αὐτοῦ μεγαληγορίαις ἠχολήσε.