Ancient Greek
156.2
Gregorius Nyssenus Theol., Contra Eunomium 156.2
Unproofread scanNot analysed yet
Ἡ μὲν οὖν τεχνολογία τῆς βλασφημίας αὐτῆς. Θεὸς δὲ ἡμῖν ἀληθινός, ὁ τοῦ ἀληθινοῦ Θεοῦ Υἱός, διὰ τῆς τοῦ ἁγίου Πνεύματος ὁδηγίας κατευθύνει τὸν λόγον πρὸς τὴν ἀλήθειαν· πάλιν τὰ εἰρημένα καθιζῆ· ἀναλαβὼμεν. Εἶπε τῶν καθ' ἑαυτὸν δογμάτων πληροῦσθαι τὸν λόγον ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας, καὶ ἐκ τῆς δι' ἐκείνην μὲν οὐσης, μετ' ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευούσης, καὶ τρίτης τε τῆς μηδεμιᾷ τούτων συνταττομένης. Ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ τὴν ἐνέργειαν ὑποταττομένης. Πρῶτον τοὺνων τῶν ἐν τῷ λόγῳ κακουργηθέντων, τοῦτό ἐστιν, ὅτι τὸ δόγμα τὸ μυστικὸν ἐπαγγελιάμενος ἡμῖν ἐκθῆσεσθαι, ὥσπερ διορθούμενος τὰς εὐαγγελικὰς φωνάς, οὐχ ἐκείνας χέρχεται τοῖς ὀνόμασι, δι' ὧν παρὰκων ὁ Κύριος τὸ μυστήριον ἐν τῇ τελειώσει τῆς πίστεως, ἀλλὰ τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ,