Ancient Greek
161.2
Gregorius Nyssenus Theol., Contra Eunomium 161.2
Unproofread scanNot analysed yet
Τὸν μὲν οὖν σκοπὸν τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας ἱκανῶς ἐκ τῶν εἰρημένων οἶμαι πεφανέρωσθαι· ὡς· καθάπερ ὀρμητήριον, ἢ θεμέλιον τῆς πάσης ἑαυτοῦ περὶ τὸ δόγμα κακουργίας, τὰ ῥήματα ταῦτα προπυθόλλεται· ἵνα κατασκευάσῃ τὴν μὲν τὴν μίαν οὐσίαν ἁνωτάτω τε καὶ κυριωτάτην νομίζεσθαι, ῥάδιως κατατρέχῃ τῶν ἄλλων, ὡς ἐν τοῖς κάτω, καὶ μὴ κυρίως θεωρουμένων. Δείκνυσι δὲ τοῦτο μάλιστα διὰ τῶν ἐξῆς, ἐν οἷς τὰ δοκοῦντα περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος διαλεγόμενος, οὐχ ἐπὶ τῶν ὀνομάτων ἔργεται τούτων· ἵνα μὴ, καθὼς προείπον, τὸ οἰκεῖον τῆς φύσεως αὐτῶν ταῖς προσηγορίαις, καὶ μὴ βουλόμενος, παραστήσῃ· ἀλλ’ ἀνύμνων αὐτῶν ποιεῖται τὴν μνήμην ὁ δογματίζων, ἀπὸ τῶν προσηκόντων ὀνομάτων καὶ ῥημάτων δεῖν τὰς ἀκούντων διανοίας προσάγεσθαι. Καίτοι τί προσφεστέρον ὄνομα τοῦ παρ’ αὐτῆς τῆς ἀληθείας ὀνομασμένου; Ἀλλ’ ἀντιδοματίζει τοῖς Εὐαγγελίοις, οὐχ Υἱὸν ὀνομάζων, ἀλλὰ τὴν δι’ ἐκείνην μὲν οὖσαν, μετ’ ἐκείνην δὲ πάντων τῶν ὑστέρων πρωτεύουσαν. Τοῦτο δὲ, ὅτι μὲν ἐπὶ καθαράσεως τῆς εὐσεβοῦς περὶ τοῦ Μονογενοῦς ὑπολήψεως λέγεται, ἐκ τῆς λοιπῆς αὐτοῦ κατασκευῆς μᾶλλον φανερωθήσεται. Ἐπεὶ δὲ μέσως ἔχειν δοκεῖ τὰ εἰρημένα, ὡς καὶ τὸν μηδὲν ἀσεβῆς περὶ τοῦ Χριστοῦ λέγοντα, χρῆσθαι ἂν ποτε τοῖς ῥήμασι τοῖς· διὰ τοῦτο καὶ αὐτὸς τὸν περὶ τοῦ Κυρίου λόγον νῦν ὑπερθήσομαι, ταῖς φανερωτάταις κατ’ αὐτοῦ βλασφημίαις ταμειωσάμενος τὴν ἀντίρρησιν· περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ἐπειδὴ φανερὰ καὶ ἀπαρακαλύπτως χρήται τῇ βλασφημίᾳ, λέγων ἀσύντακτον εἶναι Πατρὶ καὶ Υἱῷ, ἀμφοτέροις δὲ ὑποταγμένον, ἤδη καθόσον οἷός τε ὤν, ἐξετάσω τὸν λόγον.