Ancient Greek
162.2
Gregorius Nyssenus Theol., Contra Eunomium 162.2
Unproofread scanNot analysed yet
Ἐπιλεξάσθω τῶν εἰρημένων ὁ βούλεται· ἀλλ’ οὐχ οἶδα τί τούτων ἐλόμενος, τὴν ἀφυκτον καταχρίσιν τῆς βλασφημίας ἐκφεύξεται· εἴτε ἐν ἴσω τοῖς ἀλόγοις ὑποτετάχθαι λέγει τὸ Πνεῦμα, ὡς τῷ ἀνθρώπῳ τοὺς ἰχθύας, καὶ τὰ πετεινά, καὶ τὰ πρόβατα· εἴτε καθ’ ὁμοιότητα τῶν ἀρεστίων ὡσπερ αἰχμάλωτον προσ-άγει τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν. Ἡ τούτων μὲν οὐδὲν, φησὶ δὲ μὴ κατὰ τὴν τῆς Γραφῆς ἐνοίαν τὴν ὑποταγὴς ῥῆμα ὑπάμει χρήσασθαι, ἀλλὰ καθ’ ἕτερον σημαίνον ἐν ὑποτετάχθαι τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ λέγειν. Τί οὖν ἐστὶ τοῦτο; Ἄρα ἔτι τρίτον κατὰ τὴν τάξιν ἤν παρὰ τοῦ Κυρίου τοῖς μαθηταῖς παρεδόθη, διὰ τοῦτο ὑποτάσσειν νομοθετεῖ, καὶ οὐ συντάσσειν; οὐκοῦν καὶ τὸν Πατέρα τῷ Μο-νογενεῖ κατὰ τὸν αὐτὸν λόγον ὑποτάσσειν· ἐπειδή πολλάχου προτάσσει τοῦ Κυρίου τὸ ὄνομα ἡ θεία Γραφή, ἐν δευτέροις τοῦ ἐπὶ πάντων Θεοῦ τὴν μνή-μην πεποίηται. Ἐγὼ καὶ ὁ Πατήρ, φησίν ὁ Κύριος· τὸ καθ’ ἑαυτὸν προτάσσων. Καὶ, Ἡ χάρις τοῦ Κυρίου