Ancient Greek
165.1
Gregorius Nyssenus Theol., Contra Eunomium 165.1
Unproofread scanNot analysed yet
A Εἶτα καθεῖνε τούτοις προσεξετάσωμεν. Ἔργον ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν· τὴν μὲν δευτέραν τῆς πρώτης· τῆς δὲ δευτέρας πάλιν, τὴν τρίτην. Τίνι τρόπῳ προσεπόδειξας τὸν λόγον; τισὶ κατασκευαῖς εἰς τοῦτο χρησάμενος; ἐκ ποίας μεθόδου τοῦ δειν ἐνέργειας τῆς προλαθοῦσης τὴν ἐφεξῆς εἶναι πιστεύειν συναγάχσας; Εἰ μὲν γὰρ ἐκ τῶν λοιπῶν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔδει καὶ περὶ τούτων ἀναλογίσασθαι, ἔχει μὲν οὐδ’ οὕτως καλῶς ἐκ τῶν καταωτέρων καὶ τῶν ὑπερχειμένων στοχαζέσθαι· πλὴν ἀλλ’ ἔχει τι συγγνωστον ἴσως ὁ λόγος, διὰ τῶν φαινομένων ἐν τοῖς ἀκαταλήπτους πλανευόμενος. Νυνὶ δὲ τίς τοῦτο λέγειν ἐπιχειρήσει, ὅτι οὐρανὸς μὲν ἔργον Θεοῦ, οὐρανοῦ δὲ ἥλιος· καὶ ἡλίου σελήνη, καὶ ταύτῆς ἀστέρες, καθεῖνον ἄλλο εἷς τῶν ἐν τῇ κτίσει; B Ἕνός γὰρ ἔργα τὰ πάντα, ἐπειδὴ εἷς Θεὸς καὶ Πατὴρ πάντων, ἐξ οὗ τὰ πάντα. Εἰ δὲ τι καὶ δι’ ἀλλήλων γίνεται, ὥσπερ ἡ τῶν ζῴων γένεσις, οὐδὲ τοῦτο ἕτερον ἐξ ἑτέρου γίνεται, διαμενουσῆς ἐν τοῖς ἐπιγινομένοις τῆς φύσεως. Πῶς οὖν ἐπ’ οὐδενὸς τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔχων τοῦ τοιούτου εἰπεῖν, ἐπὶ τῆς ὑπερχειμένης οὐσίας τοῦτο κατασκευάζει, τὸ ἔργον εἶναι τὴν δευτέραν τῆς πρώτης, καὶ ταύτην τῆς ἐφεξῆς; Εἰ δὲ τὴν ζωῶν γένεσιν ἐννοήσας, ἐνετεύδεν ἐπανάστασθαι καὶ περὶ τῆς ἀχρήστου φύσεως ὁμοιοπαθῶν τι λογισάσθαι, ὥστε ἔργον νοηθῆναι τὴν ἐφεξῆς τοῦ προάγοντος, οὐδ’ ἐν τούτῳ τὸ ἀκόλουθον διασώζει τῷ λόγῳ. Τὰ γὰρ ἐξ ἑτέρων γινόμενα, ὁμοιογενῆ πάντως ἐστὶ τοῖς ἐξ ὧν γίνεται. Ὁ δὲ τὸ ξένον τε καὶ ἀλλόφυλον τοῖς δι’ ἀλλήλων γεγεννημένοις προσμαρτυρεῖ, ἵνα δείξῃ τὴν περιουσίαν τοῦ ψεύδους. ὥσπερ δεξιὸς ἀγωνιστὴς διπλῇ τῇ χειρὶ βάλλειν ἐπιχειρῶν τὴν ἀλήθειαν. Ἵνα γὰρ τὸ ὑφεῖσθαι καὶ κατὰ τὴν φυσικὴν ἀξίαν ἡλαττωμένον τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἐπιδείξῃ, ἕτερον ἐξ ἑτέρου γενομένου λέγει· ὡς μήποτε εἰς οἰκειότητος ἔνοιαν ἐκ τοῦ τοιούτου τρόπου τῆς ὑπάρξεως ἐλθοιεν οἱ τὴν ἐξ ἀλλήλων γένεσιν μεμαθηκότες, καὶ αὐτὴ μάχεται τῇ τῆς φύσεως λόγῳ, καὶ ἕτερον ἐξ ἑτέρου γενέσθαι λέγων, καὶ νόθον τὸν γεγεννημένον, ὡς πρὸς τὴν τοῦ γεγεννηκότος φύσιν, ἀποφαίνόμενος.