Ancient Greek
166.1
Gregorius Nyssenus Theol., Contra Eunomium 166.1
Unproofread scanNot analysed yet
λογικὰς ταύτας ἐπιχειρήσεις ἡ κατάληψις γίνεται; Τίς γὰρ οὐκ οἶδεν, ὅτι πᾶς λόγος ἐκ τῶν φανερῶν τε καὶ πᾶσιν ἐγνωσμένων τὰς ἀρχὰς λαμβάνων, τοῖς ἀμφισβητουμένοις δι’ αὐτοῦ ἐπάγει τὴν πίστιν, καὶ οὐκ ἂν ἑτέρως τε καταληφθείς τῶν κεχρωμένων, μὴ τῶν ὁμολογουμένων ἡμᾶς πρὸς τὸν τῶν ἀδήλων σύνεσιν χειραγωγούντων; Εἰ δὲ τὰ ἐν ἀρχαῖς λόγων πρὸς τὴν τῶν ἀγνοουμένων φανέρωσιν λαμβανόμενα, ταῖς τῶν πολλῶν ὑπολήψεσι μάχοιτο, σχολὴ γ’ ἂν καὶ διὰ τούτων φανερωθεῖν τὸ ἀγνούμενον.