Ancient Greek
166.3
Gregorius Nyssenus Theol., Contra Eunomium 166.3
Unproofread scanNot analysed yet
Πάλιν δὲ ἀδ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς, ἀπλῆς, καὶ πάτην μᾶς οὐσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων· ἀνάγκη δήπου πᾶσα, καὶ τὰς ἑκάστης τῶν οὐσιῶν ἐπομένας ἐνεργείας, ἐλάττους δὲ καὶ μειζόνας εἶναι· καὶ τὰς μὲν πρώην, τὰς δὲ δευτέραν τάξιν ἐπέχειν. Ἡ μὲν διάνοια διὰ πάντων τῶν εἰρημένων, κἂν ἐν πλῆθει ῥημάτων αὐτῷ συμπεραίνεται, μία ἐστὶ. Τὸ κατασκευάζει μηδεμίαν συνάφειαν εἶναι τῷ Πατρὶ πρὸς τὸν Υἱόν, ἢ πρὸς τὸν Υἱὸν πάλιν τῷ Πνεύματι· ἀλλ’ ἀπεγχείσθαι τὰς οὐσίας ἀπ’ ἀλλήλων, εἰς ἀπεξενωμένην τινὰ φύσιν καὶ ἀξύμφυλον ἀλλοτριότητα διασπωμένας· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πηλικότητι, καὶ ἀξιώματων ὑφέσει διαφερούσας·