Ancient Greek
167.40 to 168.1
Gregorius Nyssenus Theol., Contra Eunomium 167.40-168.1
Unproofread scanNot analysed yet
πολλὰς οὐσίας ὀνομάζει, ὡς ἑκάστης ἰδιάζουσαν ἔχουσης τινὰ τὴν πρὸς τὰς ἄλλας ἄλλοτριότητα, διὰ τοῦτο φημι ἀναρχον αὐτῷ καὶ ἀκέφαλον εἶναι τὸν λόγον, ἀπὸ οὐδενὸς ὁμολογουμένου, κατὰ τὸ ἀκθόλουθον, τὴν βλασφημίαν κατασκευάζοντα. Οὐ γὰρ ὅπως ἂν τις προσαχθεὶς τῇ τοιαύτῃ τοῦ δόγματος ὑπολήψει, κατασκευὴν ἔχει: ἀλλ' ὥσπερ ἐπ' ὄνειρου διηγήσεως, ψιλὴν καὶ ἀκατάσκευον ἐμπεριέχει τῆς ἀσεβείας τὴν ἔκθεσιν. Τῆς γὰρ Ἐκκλησίας δογματιούσης, μὴ εἰς πλῆθος οὐσιῶν διασχιζεῖν τὴν πίστιν, ἀλλ' ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι μηδεμίαν τὴν κατὰ τὸ εἶναι διαφορὰν πιστεύειν, τῶν δὲ ἐναντίων ἐν αὐταῖς ταῖς οὐσίαις τὴν παραλλαγὴν, καὶ τὴν ἀνομοιότητα τιθεμένων, οὕτως τὸ μηδενὶ λόγῳ, μήτε δεῖξεν, μήτε δειχθῆναι δυνάμενον, ὡς προκατασκευασμένον, θαρσῶν ἀποφαίνεται, τάχα οὐδέπω καὶ νῦν εἰς ἀκούστων ἄντα λαλήσας. Ἡ γὰρ ἂν ἐδιδάχθῃ πρὸς τῶν συνετῶν ἀχρωωμένων, ὅτι πᾶς λόγος ἕως ἂν κατ' ἑξουσίαν ἀναπαδείκτως φέρεται, τὸ λεγόμενον, γραφῶν ἰλύς: ἔστιν, οὐδεμίαν ἰσχὺν ἔχων πρὸς τὸ δεῖξαι δι’ ἑαυτοῦ τὸ ζητούμενον· ὅταν μηδεμία συνηγορία, μήτε ἐκ τῶν θείων φωνῶν, μήτε ἐκ λογισμῶν ἀνθρωπίνων ποὺς λεγομένοις ἐπάγεται. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.