Ancient Greek
177.39 to 177.48
Gregorius Nyssenus Theol., Contra Eunomium 177.39-48
Unproofread scanNot analysed yet
φυσικῶς ἐντιθέντος, οὐδενὶ τρόπῳ ἢ τοῦ πλείονος ἔρεσις στήσεται. Ἄλλὰ πρὸς τὸ μήπω ληφθὲν ὑπερτεινομένης ἀεὶ τῆς ὀρέξεως, πάντοτε τὸ ἐλάττωμενον τοῦ πλείονος ὀρεγήσεται, καὶ ἀεὶ πρὸς τὸ μεῖζον ἀλλιωθήσεται, καὶ οὐδέποτε πρὸς τελειον φθάσει τὸ μὴ εὕρισκον τὸ πέρας, οὐ δραδάμενον στήσεται τῆς ἀνόδου. Ἐπειδή γὰρ ἄπειρον ἐν τῇ φύσει τὸ πρῶτον ἀγαθόν, ἄπειρον ἐξ ἀνάγκης ἔσται καὶ ἡ μετουσία τοῦ ἀπολαύνοντος, ἕσται τὸ πλεῖον καταλαμβάνουσα, καὶ πάντοτε εὕρισκουσα τοῦ καταληφθέντος τὸ περισσότερον, καὶ μηδέποτε πορισωθῆναι αὐτῇ δυναμένη, τῷ μήτε τὸ μετεχόμενον περατούσθαι, μήτε τὸ διὰ τῆς μετουσίας ἐπαυξανόμενον