Ancient Greek
189.2
Gregorius Nyssenus Theol., Contra Eunomium 189.2
Unproofread scanNot analysed yet
B Ἄλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένως ἀρχὴν ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδίῳ τοῦ Δημιουργοῦ τὰ γενημένα, οὔτε ἴσται διὰ τῆς ἰδίας ἀρχῆς τὸ ἀόριστον τῆς θείας ζωῆς, ὥσπερ ἐπὶ τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς ἐξεταζόμενος ὁ λόγος τὴν ἀτοπίαν ὑπέδειξεν. Ὡς ἀκόλουθον εἶναι διὰ τούτου ἢ τὴν κτῖσιν συναλθεῖν τῷ Θεῷ, ἢ καὶ τὸν Υἱὸν μεταγενεστέραν ἀφθόνως λέγειν· ὁ γὰρ τοῦ διαστήματος λόγος ὁμοίως ὑποδείξει τὸ ἀτοπον, καὶ ἀπὸ τῆς κτίσεως· ἐπὶ τὸν παππικώτα διαμετροῦμενος.