Ancient Greek
191.1
Gregorius Nyssenus Theol., Contra Eunomium 191.1
Unproofread scanNot analysed yet
Αν ἐν τούτοις κτίζει τὰ πάντα. Οὐ γὰρ ἐνδέχεται τι τῶν διὰ κτίσεως γεγονότων, ἢ γινόμενον μὴ πάντως ἢ ἐν τόπῳ, ἢ ἐν χρόνῳ τὸ εἶναι ἔχειν · ἢ δὲ ἀπροσδέτης, καὶ ἀίδιος, καὶ τῶν ὄντων ἐμπεριεκτικὴ φύσις οὐδ’ ἐν τόπῳ ἐστίν, οὔτε ἐν χρόνῳ, ἀλλὰ πρὸ τούτων, καὶ ὕπερ ταῦτα κατὰ τὸν ἀφραστον λόγον, αὐτὴ ἐφ’ ἑαυτῆς διὰ μόνης πίστεως θεωρεῖται, οὔτε αἰῶσι παραμετρουμένη, οὔτε χρόνοις συμπαρατρέχουσα, ἀλλ’ ἐφ’ ἑαυτῆς ἑστῶσα, καὶ ἐν ἑαυτῇ καθιδρυμένη, οὔτε τῷ παρεληλυθότι, οὔτε τῷ μέλλοντι συνθεωρουμένη· οὔδε μὴν ἐστὶ τι παρ’ αὐτήν, ἔξω αὐτῆς, οὗ παροδεύοντος τὸ μέν τι παρεῖργεται, τὸ δὲ μέλλει. Ταῦτα γὰρ ἴδια τῶν ἐν τῇ κτίσει τὰ πάθη πρὸς ἐλπίδα καὶ μνήμην κατὰ τὴν τοῦ χρόνου διαίρεσιν τῆς ζωῆς σχιζομένης. Ἐκεῖνὴ δὲ τῇ ὑψηλῇ καὶ μακαρίᾳ δυνάμει, ἧ πάντα κατὰ ἐνεστῶς καὶ πάρεσιν ἐπίσης, καὶ τὸ προσδοκώμενον ὑπὸ τῆς περιεκτικῆς πάντως δυνάμεως ἄγκρατοῦ μενον καθορᾶται.