Ancient Greek
193.1
Gregorius Nyssenus Theol., Contra Eunomium 193.1
Unproofread scanNot analysed yet
ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, δόξα δὲ τοῦ Πατρὸς ὁ προαιώνιος Υἱός, ὁμοίως δὲ καὶ τοῦ Υἱοῦ δόξα τὸ τοῦ Χριστοῦ Πνεῦμα, τὸ ἀεὶ συνυπάρχον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, πῶθεν ὁ σοφὸς οὗτος, καὶ ἐκ ποίας παιδεύσεως τὸ πρεσβύτερον ἐν τοῖς ἀχρόνοις, καὶ τὸ τιμιώτερον ἐν τοῖς κατὰ φύσιν ἴσοις ἀποφαίνεται, συγχρωτικῶς ὑπερθεὶς τὸ ἑτέρου τῷ ἑτέρου, καὶ διὰ τῆς τοῦ ἑνὸς προσημέσεως τὸ ἑξὲς ἀτιμάζων; Ἡ γὰρ ἀντιδιαστολὴ τοῦ τιμιωτέρου φανερωτέρα πάντως ἐστίν, εἰς ὅ τι φέρει;