Ancient Greek
196.1
Gregorius Nyssenus Theol., Contra Eunomium 196.1
Unproofread scanNot analysed yet
δαιούσαι, καὶ δι’ αὐτῶν κατασκευάζειν ἐπιχειρεῖ τὰ ὁπλοῖπα· ἀξίων δὲ καὶ αὐτὴν παραθεῖσθαι τὴν λέξιν ἔχουσαν οὕτως· Οὕτω δὲ τούτων ἔχοντων, καὶ τῇ πρὸς ἀλλήλα σχέσει τῶν εἰρμῶν ἀπαράβατον διατηρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμφωνί τοὺς πράττειν τάζιν τῇ ἐξέτασιν ποιουμένους, καὶ μὴ φέρειν ὁμοῦ πάντα, καὶ συγχέειν βιαζομένους· εἰ μὲν περὶ τῆς οὐσίας κινεῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσαχῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιείσθαι τὴν διανέγκειν τὴν πίστιν, καὶ τῶν ἀμφιβαλλομένων τὴν διάλυσιν· τῇ δὲ ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίᾳ διαλύειν ἐκ τῶν οὐσιῶν.