Ancient Greek
208.2
Gregorius Nyssenus Theol., Contra Eunomium 208.2
Unproofread scanNot analysed yet
Εἰπάτω γάρ, τίς ἡ ἀνάγκη τὸν ὁμολογοῦντα Υἱὸν ἐκ Πατρὸς γεγεννημένον, εἰς δύο ἀγεννητοὺς ὑπολήψεις ἐκφέρεσθαι; Ἡ τίνος μᾶλλον ἐστὶ δύο κατασκευάζειν ἀγέννητα; τοῦ τὸν Υἱὸν ψευδωνύμως λέγεσθαι κατα-σκευάζοντος, ἢ τοῦ διασδαβιαμένου τῇ προσηγορίᾳ τὴν κλῆσιν ἐπαληθεύεσθαι; Ὁ γὰρ τὴν ἀληθῆ γέννη-σιν τοῦ Υἱοῦ μὴ δεξάμενος, εἶναι δὲ διὰς ὁμολογῶν, οἰκειότερον ἂν ὑπογνθείη ἀγέννητον λέγειν, τὸν ὄντα μὲν, μὴ διὰ γεννήσεως δὲ τὸ εἶναι ἔχοντα. Ὁ δὲ τὸ γνωριστικὸν ὁμοίωμα τῆς τοῦ Μονογενοῦς ὑποστά-σεως, αὐτὸ τὸ γεννητὸς αὐτὸν ἐκ τοῦ Πατρὸς ὑπο-στήναι διοριζόμενος, πῶς ἂν εἰς τὸ ἀγέννητον αἰχμὴν οἴεσθαι παρενεχθείη; καίτοι καθ’ ὑμᾶς τοὺς σοφοὺς, ὅως ἂν κρατῇ, τὸ μὴ γεννηθῆναι παρὰ τοῦ Πατρὸς τὸν Υἱόν, ἐνὶ τινὶ τρόπῳ τῶν ὑπὸ τῶν ἀγεννητῶν ση-μαινομένων, καὶ αὐτὸς ἀγέννητος κυρίως ὀνομασθή-σεται. Ἐπειδή γὰρ τὰ μὲν εὑχόμενα, τὰ δὲ κατα-σκευαζόμενα γίνεται, τὸ μὴ διὰ γεννήσεως ὑφεστώς, οὐδὲν χωλὺει ἀγεννητὸς ὑφεστάναι λέγειν, κατὰ μό-νον τὸ τῆς γεννήσεως σημαίνειν. Τοῦτο δὲ ὁ ἡμέ-τερος περὶ τοῦ Κυρίου κατασκευάζει λόγος, ὁ κτῖσμα εἶναι διοριζόμενος. Οὐκοῦν καθ’ ὑμᾶς, ὡ σωφρόνιστοι, ἀγέννητος ὁ Μονογενὴς ἐκ τῆς τοιαύτης ἀκολουθίας ὀνομασθήσεται, οὐ κατὰ τὸ ἡμέτερον δόγμα· καὶ εὑ-ρίσκεται ὑμῖν ἡ δίκη, ἧντινα καὶ λέγετε δίκην, τοὺς ὑμετέρους καθ’ ἡμῶν ἐπιψηφίζουσα.