Ancient Greek
210.1
Gregorius Nyssenus Theol., Contra Eunomium 210.1
Unproofread scanNot analysed yet
ἐλεήμων ὁ Κύριος παρὰ τοῦ Προφήτου λέγεται. Αἱ ταῦτα βούλεται πάλιν ὁ Κύριος καὶ ἡμᾶς γίνεσθαι καὶ ὀνομάζεσθαι · Γίνεσθε γὰρ οἰκτίρμονες, καὶ, Μακάριοι οἱ ἐλεήμονες, καὶ δὲα τοιαῦτα. Ἄρ’ οὖν, εἰ τις διὰ προσοχῆς καὶ ἐπιμελείας τῷ θείῳ βουλήματι ἑαυτὸν ὁμοιώσας, ἀγαθὸς ἢ οἰκτίρμων καὶ ἐλεήμων ἐγένετο, ἢ πρὸς καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς μεμαρτύρηται πολλοὶ τῶν ἁγίων ἐν τοῖς προτερημασι τούτοις γεγόναι· παρὰ τοῦτο ἐν εἰσὶ πρὸς τὸν Θεόν, ἢ διὰ τινος τούτων πρὸς αὐτὸν συναπτόμενοι; Οὐχ ἔστι. Τὸ γὰρ μὴ ἐν πᾶσι ταῦτόν, ἐν εἶναι πρὸς τὸν τῇ φύσει διπλαγμένον οὐ δύναται. Διὰ τούτο ἄνθρωπος πρὸς ἄνθρωπον ἐν γίνεται, ὅταν διὰ προαιρέσεως, καθὼς εἴπεν ὁ Κύριος, τελειωθῶσιν εἰς τὸ ἐν, τῆς ψυχῆς συναφείας τὴν κατὰ προαίρεσιν ἐνότητα προλαβούσης. Καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐν B εἰσι, τῆς κατὰ τὴν φύσιν καὶ τὴν προαίρεσιν κοινωνίας εἰς τὸ ἐν συνδρομούσης. Εἰ δὲ τῷ βηλήματι μόνῳ συνηρμοσμένος κατὰ τὴν φύσιν διήρτητο, πῶς ἐμαρτύρει ἑαυτὸν τὴν πρὸς τὸν Πατέρα ἐνότητα τῷ κυριωτάτῳ διεσημηνένος;