Ancient Greek
211.3
Gregorius Nyssenus Theol., Contra Eunomium 211.3
Unproofread scanNot analysed yet
ὑποθώμεθα γὰρ συγχωρεῖσθαι κατὰ τὸν λόγον τῶν ὑπεναντίων, καὶ ἄγεννησίαν οὐσίαν εἶναι· καὶ πάλιν ὁμοίως τὴν γέννησιν εἰς οὐσίαν ἀναλαμβάνεσθαι. Οὐκοῦν εἰ τις ἀκριβῶς τῇ διανοίᾳ τῶν λεγομένων ἀκολουθήσει, τὸ Μανιχαϊκὸν αὐτοῖς δόγμα διὰ τῆς ὁδοῦ ταύτης ἀναπλασθήσεταί, εἴπερ κακοῦ πρὸς ἀγαθόν, καὶ φωτὸς πρὸς σκότος, καὶ πάντων τῶν τοιούτων κατὰ τὸ ἐναντίον τῆς φύσεως, τὴν ἀντίθεσιν δογματίζειν τοῖς Μανιχαίοις δοκεῖ. Καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, ῥάδιως οἶμαι συνθήσεσθαι τὸν μὴ ῥαθύμως παραδραμόντα τὸν λόγον· οὕτω δὲ διασχεψώμεθα. Ἕκάστῳ τῶν ὑποκειμένων προσφυῆ τινα πάντως ἐπιθεωρεῖται γνωρίσματα, δι’ ὧν τὸ ἴδιάζον τῆς ὑποκειμένης ἐπιγινώσκεται φύσεως, εἴτε ἐπὶ τῶν ζῴων διαφορᾶς ἐξετάζοις τὸν λόγον, εἴτε ἐπὶ τῶν ἄλλων ἀπάντων. Οὐ γὰρ τοῖς αὐτοῖς τὸ ξύλον καὶ τὸ ζῷον C χαρακτηρίζεται· οὐδὲ τοῖς ζωοῖς ἐπικοινεῖται τὰ τοῦ ἀνθρώπου γνωριστικὰ σημεῖα πρὸς τὴν λόγον φύσιν. Οὐδ’ αὖ πάλιν τὰ αὐτὰ δείκνυσιν τὴν τε ζωὴν καὶ τὸν θάνατον· ἀλλ’ ἐπὶ πάντων ἀπαξιαλῶς, καθὼς εἴρηταί, ἀμίκτος τις ἐστὶ καὶ ἀκοινώτητος ἡ τῶν ὑποκειμένων διάκρισις, οὐδὲ τοῖς τῶν ἐπιθεωρουμένων γνωρίσμασι διὰ τινος κοινωνίας συγχεομένη. Κατὰ τοίνυν τὴν ἀκολουθίαν ταύτην ἐξετασθήτω τῶν ὑπεναντίων ὁ λόγος. Τὴν ἄγεννησίαν, οὐσίαν φασί· καὶ τὴν γέννησιν ὁμοίως εἰς οὐσίαν ἀνάγουσιν. Ἄλλ’ ὡσπερ ἀνθρώπου, καὶ λίθου ἕτερα, καὶ οὐ τὰ αὐτὰ γνωρίσματα· οὐ γὰρ ἂν τὸν αὐτὸν ἐκαστέρω ἀποδοίης λόγον ἐμίζοντα τε καὶ ἄψυχον, τὸ τί ἐστιν ὁρίζόμενος· οὕτω πάντως ἄλλοις μὲν γνωρίζεσθαι τὸν ἄγέννητον σημείοις δώσουσιν, ἕτεροις δὲ τὸν γεννη-