Ancient Greek
212.2
Gregorius Nyssenus Theol., Contra Eunomium 212.2
Unproofread scanNot analysed yet
Τίνα οὖν ἐστὶ ταῦτα; Οὐδὲν ἄλλο ἢ τὰς Χριστιανῶν ἀγνοεῖν, ὅτι ἀγαθός, ὅτι χρηστός, ὅτι ἅγιος, δικαίος τε καὶ ἅγιος, ἀόρατός τε καὶ ἀθάνατος, φθορᾶς τε καὶ τρυπῆς καὶ ἀλλοιώσεως ἀνεπίδεκτος, δυνατός, σοφός, εὐεργέτης, Κύριος, κριτής, πάντα τὰ τοιαῦτα. Τί γὰρ δεῖ ὁμολογουμένως ἐνδιατρίβοντα παρατείνειν τὸν λόγον; Εἰ οὖν ταῦτα ἐν τῇ ἀγεννητῇ φύσει καταλαμβάνομεν, τὸ δὲ γεννηθῆναι τῷ μὴ γεννηθῆναι ὑπεναντίως ἔχει κατὰ τὴν ἔνοιαν· ἀνάγκη πᾶσα συνδεσθαι τοὺς τὴν ἀγέννησιν καὶ τὴν γέννησιν οὐσίαν εἶναι ὁριζομένους κατὰ λόγον τῷ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσει· καὶ τὰ γνωριωτικὰ σημεῖα τῆς γεννητῆς οὐσίας, ὑπεναντίως ἔχειν τοῖς ἐπιθεωρουμένοις τῇ ἀγεννητῇ φύσει. Εἰ γὰρ τὰ αὐτὰ λέγοιτο, οὐχὶ τὸ ἕτερον τῶν δύο ὑποκειμένων φύσεως διὰ τῆς ταυτότητος τῶν ἐπιθεωρουμένων συστήσεται. Τῶν γὰρ ἑτεροίας ἔχοντων, ἕτερα χρή πάντως εἶναι καὶ τὰ γνωρίσματα ἰδεῖν· ὅσα δὲ ὁσαύτως κατὰ τὸν λόγον τῆς οὐσίας ἔχει, τοῖς αὐτοῖς δηλαδὴ σημείοις χαρακτηρίζεται. Εἰ μὲν οὖν τὰ αὐτὰ καὶ τῷ Μονογενεῖ προσμαρτυροῦσιν, οὐδεμίαν, καθὼς εἴρηται, περὶ τὸ ὑποκείμενον διαφορὰν ἐννοοῦσιν. Εἰ δὲ τοῖς βλασφήμοις ἐπιμένουσι λόγοις, καὶ τὸ παρηλλαγμένον τῆς φύσεως ἐν τῇ διαφορᾷ τοῦ γεννητοῦ καὶ τοῦ ἀγεννήτου κατασκευάζουσιν, εὐχολον συνιδεῖν πάντοτε τὸ ἐκ τῆς ἀκολουθίας ἀναφαίνεσθαι· ὅτι κατὰ τὴν τῶν ὀνομάτων ἀντίθεσιν, καὶ τῆς φύσεως τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων ὑπεναντίως ἔχειν πρὸς ἑαυτὴν νομιζομένης· ἀνάγκη πᾶσα καὶ τὰ ἐπιθεωρούμενα ἑκατέροις πρὸς τὸ ἕναντιον διενεχθῆναι· ὥστε τῶν ἐπὶ τοῦ Πατρὸς λεγομένων, τὰ ἀντικείμενα τῷ Μονογενεῖ ἐφαρμόζεσθαι, θεότητος, ἁγιασμοῦ, ἀγαθότητος, ἀφθαρσίας, ἀδιότητος, καὶ εἰ τι ἄλλο τὸν ἐπὶ πάντων Θεοῦ διὰ τῶν εὐσεβῶν ἡμῶν νοημάτων παρίστησιν· ὥστε πάντα τὰ ἀπεμφαίνοντα, καὶ ἕκαστον τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἀντιδιαστελλόμενα, τῆς γεννητῆς ἰδία νομίζειν οὐσίας εἶναι.