Ancient Greek
219.2
Gregorius Nyssenus Theol., Contra Eunomium 219.2
Unproofread scanNot analysed yet
Ἀλλὰ διαπτύσαντες τὴν παιδιώδη ταύτην καὶ ἐπιπολαῖον αὐτῶν ἐπιχείρησιν, τὸ ὡς ἄτοπον παρ' ἐκείνων προφερόμενον ἀνδρικῶς ὁμολογήσομεν· ὅτι καὶ ταύτῳ σημαίνει τῷ ἀγεννήτῳ τοῦ τοῦ Πατρὸς ὄνομα, καὶ τὸ ἀγέννητον τὸ ἐξ οὐδενὸς εἶναι τὸν Πατέρα παρίστησι· καὶ ὁ Πατὴρ τὴν περὶ τοῦ Μονογενοῦς ἔνοιαν συνμιγμένην διὰ τῆς σχέσεως μεθ' ἑαυτοῦ συνευσάγει. Καὶ γὰρ καὶ ταύτην προσκεμένην τῷ λόγῳ τοῦ διδασκάλου τῇν ῥησιν, ὁ δεῖνός τε καὶ δῖος οὗτος ἀγωνιστὴς τῶν γεγραμμένων ἐξέκλεψε, τῇ ἀφαίρεσει τῶν ἀσφαλῶς εἰρημένων ἐξευμαρίζων ἑαυτῷ τὴν ἀντίρρησιν. Ὁ μὲν γὰρ παρὰ τοῦ διδασκάλου ῥηθεὶς λόγος, οὕτωσι κατὰ τὴν λέξιν ἔχει· Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσῳγρίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαλεῖν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς Γραφῆς κειμένην, καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς Πατρὸς φωνῆς ἴσον δυναμένης τῷ ἀγεννήτῳ, πρὸς τῷ καὶ τὴν περὶ τοῦ Υἱοῦ ἔνοιαν συνμιγμένην ἑαυτῇ διὰ τῆς σχέσεως συνευσάγειν. Ὁ δὲ γενναῖος οὗτος τῆς ἀληθείας πρωταγωνιστής, τὸ μὲν ἀσφαλείας ἕνεκεν τῷ λόγῳ προσκεῖμενον (λέγω δὲ το, Καὶ τὴν περὶ τοῦ Υἱοῦ ἔνοιαν συνμιγμένην ἑαυτῇ διὰ τῆς σχέσεως συνευσάγειν), τοῦτον μὲν ὑπὸ τῆς συγγενούς ἐλευθερίας ὠφέλετο. Καὶ διασκέψας τῶν γεγραμμένων τὸν λόγον, τοῖς ὑπολοίποις συμπλέκεται· καὶ ἀκρωτηριάσας τὸν εἱρμὸν τοῦ σώματος, καὶ ὡς φετο σαφρότερον ἑαυτῷ, καὶ πρὸς τὴν ἀντίρρησιν εὐπεδίωτον καταστήσας, ψυχρῷ καὶ ἀδρανεῖ τῷ σοφίσματι τοὺς καθ' αὐτὸν παρακρομέται, τὸ κατὰ τι κοινωνοῦν, καὶ διὰ πάντων τὴν κατὰ τὸ σημαίνόμενον κοινωνίαν ἔχειν κατασκευάζων, καὶ τούτων τὴν ἐπιπολαῖαν ἀκοὴν συναρτάζων. Ἡμῶν γὰρ κατὰ τι σημαίνόμενον τὴν τοῦ Πατρὸς εἰρηκότων φωνήν, καὶ τὴν τοῦ ἀγεννητοῦ σημασίαν παρέχεσθαι, οὗτος τὴν παντελῆ τοῦ σημαινουμένου μετέληψιν ἀπὸ τῆς συνηθους τῶν ὀνομάτων ἐμφάσεως ποιησάμενος, εἰς ἄτοπον δήθεν ἐκβάλλει τὸν λόγον, ὡς οὐκέτι τὴν πρὸς τὸν Υἱὸν σχέσιν τῆς προσῳγορίας ταύτης ἐνδεικνυμένης, εἰ καὶ τοῦ ἀγεννητοῦ νόημα διὰ τούτου ἐπημάνετο. Ὄσπερ ἂν εἴ τις δύο ἐννοίας περὶ τοῦ ἄρτου μαθὼν, ὅτι τε ἀπὸ σίτου σύνἐστηκε, καὶ ὅτι τροφὴ τῷ χρωμένῳ γίνεται, μάχοιτο πρὸς τὸν λέγοντα, τῷ ὁμοίῳ τρόπῳ τῶν σοφισμάτων κατ' αὐτοῦ χρώμενος, ὅτι ἄλλος λόγος ἐστὶ τῆς ἐκ τοῦ σίτου συστάσεως, καὶ ὁ τῆς τροφῆς πάλιν ἕτερος. Εἰ οὖν δοθεῖν, τὸ ἐκ τοῦ σίτου εἶναι τὸν ἄρτον, οὐκέτι αὐτὸ τοῦτο καὶ τροφὴ κυρίως ὀνομασθήσεται. Τοιαύτη τοῦ συλλογισμοῦ ἡ διάνοια. Εἰ γὰρ τὸ ἀγέννητον, φησίν, ὑπὸ τῆς τοῦ Πατρὸς προσῳγρίας σημαίνεται, οὐκέτι τὸ γεγεννηκέναι τὸν Υἱὸν ἡ