Ancient Greek
226.1
Gregorius Nyssenus Theol., Contra Eunomium 226.1
Unproofread scanNot analysed yet
καθυφνίαι νομίζω τὸν λόγον, ταῦτα τοῖς εἰρημένοις ἀποκρινούμεθα· Οὐχ ἔξεστί σοι λέγειν, Υἱὸν ἀγέννητον τὸν Πατέρα, κἂν ἡ τοῦ Πατρὸς κλῆσις, τὸ μὴ ἐξ αἰτίας εἶναι τὸν γεγεννηκότα σημαίνη. Ὅπερ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα, τὴν τοῦ βασιλείας ἀξίαν ἀκούσαντες, δύο ἐκ τοῦ ὀνόματος ἐνοήσαμεν, τὸ τε ὑποταχθᾶι μηδενὶ τὸν κατ’ ἐξουσίαν προέχοντα, καὶ τὸ τῶν ὑποχειρίων κρατεῖν· οὕτω καὶ ἡ τοῦ Πατρὸς προσῳγορία, διπλὴν ἡμῖν ἐπὶ τοῦ Θεοῦ τὴν σημασίαν παρέχεται· τὴν τε πρὸς τὸν Υἱὸν νοουμένην, καὶ τὴν μηδεμιᾶς αὐτὸν ἐξῆφθαι προεπινοουμένης αἰτίας. Ὅπερ οὖν οὐχ ἔστιν ἐπὶ τοῦ βασιλέως εἰπεῖν, ὅτι εἰ τὰ δύο διὰ τῆς αὐτῆς προσῳγορίας σημαίνεται, τὸ τε κρατεῖν τῶν ὑποχειρίων, καὶ τὸ μὴ ἔχειν τὸν προηγούμενον, ἔξεστι μὴ ἄρχοντα τοῦ ἔθνους, ἀλλ’ ἀδασλεύτον τῶν ὑποτεταγμένων προσαγορεύειν· οὐδὲ συντιθέντας τὸ τοιούτο λέγειν· ὅτι ὅσπερ βασιλεὺς ἔθνους λέγεται, οὕτω καὶ ἀδασλεύτης τοῦ ἔθνους ὀνομασθήσεται, τὸν αὐτὸν τρόπον καὶ τῆς τοῦ Πατρὸς φωνῆς, τὸν τε Υἱὸν ἐνδεικνυμένης, καὶ τὴν τοῦ ἀγέννητου ἔννοιαν παριστώσης, οὐχ ἔξεστι μετατίθεσθαι παρὰ τὸ δέον τὴν σημασίαν, τῇ πρὸς τὸν Υἱὸν οἰκείωτι γελούσῃ προσκολλᾶν τοῦ ἀγέννητου τὴν ἔννοιαν, ἐν τῷ λέγειν Υἱὸν ἀγέννητον.