Ancient Greek
227.1
Gregorius Nyssenus Theol., Contra Eunomium 227.1
Unproofread scanNot analysed yet
A τῶν, καὶ κατὰ τοὺς μίμους τῶν γελοίων, διαχλευάζει ποιῶν ἐν τοῖς δόγμασι. πλήσιον γὰρ τοῦτο ἐκείνῳ· ὡςπερ γὰρ εἰ τις τὸν Ἄδαμ ὀρθῶ καὶ ὑγιαίνοντι λόγῳ μὴ διαφέρῃ λέγοι, ἢ πατέρα πάντων ἀνθρώπων, ἢ πρῶτον ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ πεπλασθαι λέγειν· ταῦτόν γὰρ δι’ ἑκατέρων σημαίνεται· εἴτα τις τῶν κατ’ αὐτὸν διαλεκτικῶν ἐφραλλόμενος τοῖς εἰρημένοις μίμοις τὴν τοιαύτην πλοκήν, ὅτι εἰ ταῦτόν ἐστιν, ἢ πρῶτον αὐτὸν ὑπὸ τοῦ Θεοῦ πεπλασθαι λέγειν, ἢ πατέρα τῶν μετὰ ταῦτα, ἐξέσται καταλιποῦσι τὴν τοῦ Πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ πρωτόπλαστον εἰπεῖν· Ὁ Ἄδαμ τοῦ Ἀβελ οὐχὶ πατὴρ ἐστίν, ἀλλὰ πρωτόπλαστος. Ὡςπερ γὰρ ὁ πρωτόπλαστος υἱοῦ πατήρ· οὕτω δὲ ἐμπάλιν υἱοῦ πρωτόπλαστος ὁ πατήρ. Εἰ ταῦτα ἐν καπηλείᾳ λέγοιτο, πόσον ἂν εἴη κρότον καὶ γέλωτα παρὰ τῶν διακωδωνιζομένων ῥαγῆναι, ἐπικαγαγόντων τῇ χωμῇ τῷ παρευρεμάτῳ! Τοιούτοις δὲ σοφὸς θεολόγος ἰσχυρίζεται καθ’ ἡμῶν τοῦ λόγου, καὶ κατατρέχει τοῦ δόγματος, παιδαγωγῷ τινος ὄντος καὶ βακτηρίας δεόμενος, ὡς μὴ διδάξαι ὅτι οὐ πάντα ὡς κατὰ τινος κατηγορεῖται, πρὸς ἕν πάντως τὸ σημαίνόμενον βλέπει· ὡς διὰ τοῦ ῥηθέντος ἡμῖν κατὰ τὸν Ἄβελ καὶ τὸν Ἄδαμ ὑποδείγματος δείκνυται. Τὸν γὰρ Ἄδαμ, τὸν αὐτὸν καὶ πατέρα τοῦ Ἄβελ, καὶ ἔργον τοῦ Θεοῦ λέγειν, ἀληθὲς ἐστιν· οὐ μὴν ἐπειδή αὐτὸς ἀμφοτέρα ἐπὶ τοῦ Ἄβελ τὰ δύο· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ τῶν δύο ἢ τοῦ Πατρὸς προσήγορια δηλοῖ μὲν καὶ τὸ ἴδιον ὑπὸ αὐτῆς τῆς φωνῆς σημαίνόμενον τὸ γεγεννηκέναι τὸν Υἱόν· ἀνδείκνυται δὲ καὶ τὸ μηδεμίαν αἰτίαν προειπενεῖσθαι τοῦ ἀληθῶς Πατρὸς· οὐ μὴν ἐπάνυγκες ὅταν τοῦ Υἱοῦ μνησθῶμεν, μὴ Πατέρα λέγειν, ἀλλ’ ἀγέννητον Υἱοῦ προσαγορεύειν· οὐδ’ αὖ πάλιν εἰ πρὸς τὴν τοῦ Υἱοῦ σχέσιν τὸ ἄναρχον σωτηθεῖν, ἐκβάλλειν τῆς διανοίας ἡμῶν ἀπὸ τοῦ Θεοῦ τὸ ἀγέννητον. Ἄλλ’ ἀποθεῖται τὴν τοιαύτην χρῆσιν ὀνομάτων τὸν λόγον τῷ ἀλλοχότῳ τῶν σοφισμάτων γελοιο-