Ancient Greek
228.2
Gregorius Nyssenus Theol., Contra Eunomium 228.2
Unproofread scanNot analysed yet
B Οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ Πατρὸς φωνῆς, καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι· ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν Μονογενῆ κατασκευάσῃ. Καὶ γὰρ καὶ πολὺ τοῦτο παρὰ τῶν μαθητῶν αὐτοῦ τὸ ἐρώτημα, ὅτι ὁ ὧν πῶς γεννᾶται; Αἴτιον δὲ τούτου οἶμαι, τὸ μὴ ἐθέλειν τῆς ἀνθρωπίνης χρήσεως τῶν ὀνομάτων καὶ ἐπὶ τῶν θείων διανοημάτων ἀρισταθαι. Ἄλλ' ἡμεῖς εὐνοϊκῶς αὐτὸ τὸ πεπλασμένον τῆς ὑπονοίας εἰς τὸ εὐθὲς προσαγάγωμεν, εἰπόντες ἄ περὶ τούτου γινώσκομεν.