Ancient Greek
233.59
Gregorius Nyssenus Theol., Contra Eunomium 233.59
Unproofread scanNot analysed yet
τὴν ἀσχημοσύνην τοῦ λόγου; Ὁ δὲ ἐλέγχει καὶ θεα- A τρίζει τὸν ὀπωσούν παρὰ τοῖς ἰδίοις μαθηταῖς ἐπὶ σοφίᾳ, καὶ ἀγχινοίᾳ τιμώμενον. Εἴπέ που τῶν ἐαυτοῦ λόγων ὁ Εὐνόμιος· Ἐπεσθαι τῷ Θεῷ τὸ ἀγέννητον· ἐπεὶ τὰ ῥήματα οἱ διδάσκαλοι ἡμῶν· ἐπὶ τὸ ἐπόμενον, τῶν ἐξωθεν ἐπιθεωρουμένων ἐστιν· ἡ δὲ οὐσία οὐ τῶν ἐξωθεν τινος, ἀλλ’ αὐτοῦ τοῦ εἶναι, καθὼς ἐστι, τὴν σημασίαν ἐνδείκνυται. Διὰ τοῦτο ἀγαναντεῖ ὁ ἐπιεικὴς τε καὶ ἁμαχος· καὶ πολὺς ἐστιν εἰρώων τοῖς ἀνθέδει· διότι ἀκούσας τοῦ ῥηθέντος, καὶ τῆς διανοίας ἐπήθετο. Τί οὖν ἡμαρτεν, εἰ ἐπιστητικῶς τῇ διανοίᾳ τῶν γεγραμμένων ἐπηκολούθησεν; Εἰ μὲν γὰρ οὐ κατὰ λόγον τῶν εἰρημένων ἐλάθετο, καλῶς ἔχει σοὶ τὰ εἰρημένα, καὶ ἡμεῖς ἀγνοήσομεν. Εἰ δὲ ἐρυθρίῃ· πρὸς τὸν Ἐλεγχον, τί οὐκ ἐξαλείψεις ἐκ τῶν γεγραμμένων, ἀλλὰ λοιδορεῖς τὸν προφερόντα; Ναί, φησίν. Ἀλλ’ οὐ συνῆκε τοῦ λόγου τὸ βούλημα. Τί οὖν ἀδικούμεν, εἰ ἄνθρωποι. ὄντες ἐκ τῶν εἰρημένων τῆς διανοίας ἐτοχασάμεθα, τῶν ἐν κρυπτῷ τῆς καρδίας οὐδεμίαν κατάληψιν ἔχοντες; Θεῷ μὲν γὰρ ὑπάρχει καὶ τὰ ἀθέατα βλέπειν, καὶ τῶν μηδενὶ τρόπῳ καταλαμβανομένων τοὺς χαρακτῆρας ἐπισκοπεῖν, καὶ τὴν ἀνομοιότητα τῶν ἀοράτων ἐπιγινώσκειν· ἡμεῖς δὲ μόνον, δι’ ὧν ἀκούσομεν, χρώμεν.