Ancient Greek
234.3
Gregorius Nyssenus Theol., Contra Eunomium 234.3
Unproofread scanNot analysed yet
Εἰ δὲ ἀποβάλλει τοῦτον τὸν λόγον, καὶ οὐ φησι διπλὴν οὐσίαν περὶ τὸν Θεὸν λέγειν, τὴν μὲν ἐκ τῆς δεότητος, τὴν δ’ ἐκ τῆς ἀγεννησίας γνωριζομένην, ἔαντὶ συμβουλευσάτω ὁ μήτε προπετὴς καὶ ἀπόνηρος, μὴ πολὺ νῆμεν ταῖς λοιδορίαις, ἐν τοῖς ὑπὲρ τῆς ἀληθείας ἀγῶσιν· ἀλλὰ διασαφείν τοῖς ἀπαιδεύτοις ἡμῖν, πῶς τὸ ἐπακολουθοῦν, καὶ τὸ προηγούμενον οὐχ ἄλλο τι καὶ ἄλλο ἐστιν, ἀλλ’ ἐν ἀμφοτέροις γίνεται· καὶ γὰρ ἐν οἷς ὑπερμάχεται νῦν τοῦ λόγου, μένει παραπλησίως τὸ ὕποπτον καὶ οὐδέν, καθὼς αὐτὸς φησιν, ἢ τῶν εὐαριθμήτων ἐκείνων προσθήκη ῥημάτων διορθοῦσι· τὰ τῶν εἰρημένων ἀσύμφωνον. Τίνα γὰρ ἐν τούτοις ἐστιν ὄφειν διδασκαλίαν, οὕτω κατιδὼν ἡδυνήθην. Εἰρήσθαι δὲ αὐτὰ τὰ γεγραμμένα παρ’ αὐτῷ ἐπὶ λέξεως. Εἴχομεν, φησί, Μᾶλλον δὲ αὐτὸ ἔστιν ἀγέν-νητον, οὐχ εἰς τὸ εἶναι συναιροῦντες τὸ δεῖχθῆ