Ancient Greek
238.1
Gregorius Nyssenus Theol., Contra Eunomium 238.1
Unproofread scanNot analysed yet
τοῦν τὸ ἕτερον τούτων μόνον τῆς οὐσίας ἐνδεικτικὸν εἶναι ὁρίζονται· πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον· ἐξ ἡμῖν τας προσαρτησόμενος οὕτω τῷ Θεῷ τὸ εἶναι, ἐν μόνῳ τῷ ἀνάρχῳ περιγράψεται λέγοντες αὐτοῦ τὴν οὐσίαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι ἐκτεινόμενοι. Εἰ δὲ ἀμφοτέρα εἰς τὸν τῆς οὐσίας λόγον φέροντες καταθῶσιν οὐδὲν ἕτερον, ἢ ἐξ ἐναντίων αὐτὴν συγκεῖσθαι· ἀποφαίνουσι κατὰ τὸν ῥηθέντα τρόπον, τὴν κατὰ τὸ τέλος, πρὸς τὴν ἀρχὴν ἐναντιώσεως τῷ ἀτελεύτητῳ, καὶ ἀνάρχῳ κατ’ οὐσίαν διασχιζομένην. Καὶ οὕτως εὑρίσκεται αὐτῶν ὁ Θεὸς ποικίλων τι χρέμα καὶ σύνθετον, ἐξ ἀντικειμένων τινῶν συγκεκροτημένος.