Ancient Greek
239.3 to 240.8
Gregorius Nyssenus Theol., Contra Eunomium 239.3-240.8
Unproofread scanNot analysed yet
ΚΑΤΑ ΕΥΝΟΜΙΟΥ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. α'. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου, καὶ τὴν δοθεῖσαν παρὰ Κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετικούς, καὶ ἕτερα πρεσβευομένους δόγματα, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου εἶναι λέγει. β'. Ἔπειτα τὴν αἰδίον Πατρὸς καὶ Υἱοῦ καὶ ἀγίου Πνεύματος διὰ πλειόνων ἐρμηνειῶν διεξέρχεται. γ'. Ἔπειτα τὴν τοῦ ἀκατονομάστου τῆς ἀ- Τριβδος ὁνόματος, καὶ τῇ τῶν προσώπων πρὸς ἀλλήλα σχέσει, ἐπὶ τε τῆς οὐσίας ἀνθρώπου, καὶ τῇ πρὸς ἡμᾶς αὐτοῦ συγκατάβασει, καὶ τῇ ἐκ τῆς Παρθένου γέννησει, καὶ τῇ δευτέραν αὐτοῦ παρουσίαν, καὶ τῇ ἐκ νεκρῶν ἀνάστασιν τε καὶ ἀνταπόδοσιν. δ. Μετὰ τοῦτο τὴν κατὰ μέρος τοῦ Εὐνομίου περὶ τοῦ ὄντος κενὴν καὶ βλάσφημον ἔκθεσιν πανσόφως διελέγχει. ε. Εἶτα τὸ ἀδιανόητον τῶν τοῦ Εὐνομίου ῥημάτων, τῶν τὴν οὐσίαν τοῦ Πατρὸς μὴ χωριζεσθαι, ἢ μεριζέσθαι, ἢ ἄλλο τι γίνεσθαι λεγόντων θαυμασίως ἀνατρέπει. ζ. Εἴθ' οὕτως τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἑνότητα, καὶ τοῦ Εὐνομίου τὸ τῶν Γραφῶν ἀνόητον καὶ ἀμύητον δείκνυσι. η. Πρὸς τούτοις δείκνυσι δι' οὐ μόνον ἐκ τοῦ Πατρὸς ὁ Μονογενὴς, ἀλλὰ καὶ ἐκ τῆς Παρθένου ἀπαθὲς ἐκ Πνεύματος ἁγίου γεννηθείς, τὴν οὐσίαν οὐκ ἐμέρισεν. Ἀλλ' οὐδὲ ἡ τῶν ἀνθρώπων φύσις γεννημένη ἀπὸ τῶν εἰκόντων μερίξαται, ἢ σχίζεται· καθὼς ἀπὸ τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβραὰμ πανσόφως ἀπεδείκνυ. θ. Ἐπὶ τούτοις τὴν τοῦ μονογενοῦς, καὶ τὴν τοῦ πρωτοτόκου ἐρμηνείαν τετράκις παρὰ τοῦ Ἀποστόλου ῥηθεῖσαν πᾶν ἀρμονίως διέδειξεν. ι. Εἶτα πάλιν τὴν τοῦ Μονογενοῦς γέννησιν, ἑτέρας τε διαφόρους ὁλίγας τε καὶ ἀβλύους γεν-νήσεις τεχνοήσας, ἀναίτιας δόξης, καὶ οὐ κτίσμα τὸν Υἱὸν μεγαλοπρεπῶς ἀποδείκνυσιν. κ. Ἐπειτα τὴν τοῦ, Κύριος ἐκτισέ με, ῥῆσιν καὶ τὸν περὶ τῆς ἀρχῆς τοῦ Υἱοῦ λόγον, τὸ τε ἀνατηλὸν τῶν τοῦ Εὐνομίου ῥημάτων, καὶ τὴν τε λέγουσαν ῥῆσιν, Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, πονικῶς διεξέρδασ, καλῶς διηρμήνευσεν.