Ancient Greek
242.1.22 to 242.1.36
Gregorius Nyssenus Theol., Contra Eunomium 242.1.22-36
Unproofread scanNot analysed yet
Οὐ γὰρ δὴ θέμις ἐπὶ τῆς θείας τε καὶ ἀκράτου φύσεως, μὴ πάντοτε τὸ καλὸν περὶ αὐτὴν εἶναι λέγειν · εἰ γὰρ μὴ ἀεὶ ἦν ὃ νῦν ἐστιν, ἐτράπη πάντως ἢ πρὸς τὸ χείρον ἀπὸ τοῦ κρείττονος, ἢ πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χειρόνος · τούτων δὲ ἴσων ἐστὶ τὸ ἀσεβὲς καθ' ἕκαστερον · ὁπότερον ἂν ἐπὶ τῆς θείας λέγηται φύσεως. Ἄλλὰ μὴν ἀνεπίδεκτόν ἐστι τὸ Θεῖον τροπῆς τε καὶ ἀλλοιώσεως. Ἄρα πᾶν ὅτιπερ ἐστὶ καλὸν καὶ ἀγαθόν, ἀεὶ περὶ τὴν τοῦ καλοῦ θεώρησιν πηγὴν · καλὸν δὲ καὶ καλοῦ παντὸς ἐπέκεινα ὁ Μονογενὴς ἐστὶ Θεός, ὁ ὧν ἐν τοῖς κόλποις τοῦ Πατρός · ὃ δὲ ὧν ἐν τοῖς κόλποις, οὐχὶ ἐγγενόμενος ; Quamobrem quidquid bonum est et honestum, semper in fonte honesti et boni intelligitur. Bonum autem et supra bonum omne Unigenitus est Deus, qui est in sinibus Patris; qui autem est in sinibus, nonne est genitus ?Οὐκοῦν ἀποδεδείκται διὰ τούτων τὸ ἐξ αἰδίου τὸν Υἱὸν ἐνθεωρεῖσθαι τῷ Πατρὶ τὸν ἐν ᾧ ἐστιν, ζωὴν ὄντα καὶ φῶς, καὶ ἀλήθειαν· καὶ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα · ὧν χωρὶς ἐφ' ἐαυτοῦ λέγειν εἶναι ποτε τὸν Πατέρα, τῆς ἐσχάτης ἀσεβείας ἄμα καὶ παραληξίας ἐστίν. Εἰ γὰρ ὁ Υἱός, καθὼς ἡ Γραφὴ λέγει, δύναμίς ἐστι Θεοῦ, καὶ σοφία, καὶ ἀλήθεια, καὶ φῶς,