Ancient Greek
254.3
Gregorius Nyssenus Theol., Contra Eunomium 254.3
Unproofread scanNot analysed yet
C Ἄλλ’ οὔτε τὴν ἰδίαν οὐσίαν, φησίν, ἐν τῷ γεννᾶν μερίζων, καὶ αὐτὸς γεννῶν καὶ γεννώμενος, ἢ αὐτὸς Πατὴρ γινόμενος καὶ Υἱός. Ἔστι γὰρ ἀφθαρτος. Ὁ τῆς ἀνάγκης τοῦ συμπεράσματος· τί λέγεις, ὦ σοφώτατε; Διότι ἀφθαρτὸς ἐστιν οὐ μερίζει τὴν ἰδίαν οὐσίαν γεννῶν τὸν Υἱόν· οὐδὲ ἑαυτὸν γεννᾷ, καὶ παρ’ ἑαυτοῦ γεννᾶται, οὔτε Πατὴρ ὁμα γίνεται ἑαυτοῦ καὶ Υἱός· ἐπεὶδ’ ἐστιν ἀφθαρτος. Οὐκοῦν εἰ τις ἐστι· φθαρτῆς φύσεως, τέμνει τὴν οὐσίαν ἐν τῷ γεννᾶν· καὶ ὑφ’ ἑαυτοῦ γεννᾶται, καὶ ἑαυτὸν γεννᾷ, καὶ πατὴρ καὶ υἱὸς αὐτὸς ἑαυτοῦ γίνεται· διότι ἀφθαρτος οὐκ ἐστιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἐγέννησε διὰ τοῦ φθαρτοῦ εἶναι Ἀβραὰμ τὸν Ἰσμαὴλ τε καὶ Ἰσαὰκ, ἀλλ’ ἑαυτὸν διὰ τῆς παιδοκίας καὶ νομίμου γαμετῆς ἐτεκνώσατο, ἢ κατὰ τὴν ἐτέραν τεθραῖσαν τοῦ λόγου, ἐμέρισεν εἰς τοὺς γεννηθέντας ἑαυτοῦ τὴν οὐσίαν. Καὶ πρῶτον μὲν ἐπὶ τοῦ διὰ τῆς Ἄγαρ τόκου, εἰς δύο τμήματα διαιρεθεὶς, ἐν τῷ ἑνὶ τῶν ἡμιτόμων γίνεται Ἰσμαὴλ· καὶ ἐν τῷ ἑτέρῳ διαμένει ἡμῖν Ἀβραὰμ. Μετὰ ταῦτα δὲ τὸ λειπόμενον τῆς τοῦ Ἀβραὰμ οὐσίας, εἰς τὴν διπλοῦν τόκον τοῦ Ἰσαὰκ ἐμερίσθη· ὥστε τὸ ὀγδοὸν ἐν ἑκάτέρῳ τῶν ἐγγόνων γενέσθαι. Πῶς ἄν τις ἐν τοῖς δώδεκα πατριάρχαις κερματίσειεν εἰς μέρη διαλεπτύνων τὸ ὀγδοόν· ἢ ἐν ταῖς πέντε καὶ ἑβδομήκοντα ψυχαῖς ἐν αἷς ὁ Ἰακὼβ κατῆλθεν εἰς