Ancient Greek
264.1
Gregorius Nyssenus Theol., Contra Eunomium 264.1
Unproofread scanNot analysed yet
Ἡν δὲ πρὸ τῆς γεννήσεως αὐτῶν πάντως τὸ χρονικὸν λέγω διάστημα. Ἐπὶ δὲ τοῦ τῆς δόξης ἀπαυγάσματος, τὸ πρὸ καὶ τὸ μετὰ τοῦτο χώρων οὐκ ἔχει. Πρὸ γὰρ τοῦ ἀπαυγάσματος πάντως οὐδὲν ἡ δόξα ἦν. Ὁμοῦ γὰρ τῷ εἶναι τὴν δόξαν, συνεκλάμπει πάντως καὶ τὸ ἀπαύγασμα· καὶ διαzeugῆναι τὸ ἕτερον τοῦ ἑτέρου φύσιν οὐκ ἔχει. Οὐτε δυνατόν ἐστι πρὸ τοῦ ἀπαυγάσματος ἐφ’ ἑαυτῆς τὴν δόξαν ἰδεῖν. Ἄκαμπτη γὰρ καὶ τυφλὴν ἐφ’ ἑαυτῆς εἶναι κατασκευάζει τὴν δόξαν ὁ τοῦτο λέγων· μὴ συνεκλάμποντος αὐτῇ τοῦ ἐξ αὐτῆς ἀπαυγάσματος. Αὕτη δὲ ἡ τῆς αἱρέσεως κακοργία, ἵνα διὰ τῶν περὶ τοῦ ἀνθρώπου νοουμένων τε καὶ λεγομένων ἀποστήσῃ τὸν Μονογενῆ Θεὸν τῆς πρὸς τὸν Πατέρα ἐνότητος. Διὰ τοῦτὸ φησίν, Πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως· οὐκ ἦν Υἱός· οἱ δὲ τῶν κριῶν υἱοί, ὧν ὁ Προφήτης μέμνηται, οὐχὶ καθεῖνοι μετὰ τὴν γενέσιν καλοῦνται υἱοί· ὅπερ οὐχὶ τοῖς υἱοῖς τῶν κριῶν ἐνορᾷ ὁ λόγος· τὸ πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως μὴ εἶναι· αὐτοὺς υἱοὺς κριῶν· τοῦτο νῦν ὁ σεμνὸς θεολόγος ἀνατίθησι τῷ ποιητῇ τῶν αἰώνων καὶ πάσης τῆς κτίσεως, τῷ τὸν ἀτίδιον Πατέρα ἐν ἑαυτῷ ἔχοντι, καὶ ἐν τῷ τοῦ Πατρὸς αἰδιότητι θεωρουμένῳ, καθὼς αὐτὸς φησίν, ὅτι· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἄλλ’ οἱ μὴ δυνάμενοι τὴν ἐν τῷ λόγῳ κακοργίαν ἐφορᾶσθαι, μηδὲ τινα τοῦ ἀκολούθου καταπόνησιν πεπαιδευμένοι, τοῖς ἀσυνάρτητοις τοῦτοῖς ἀκολουθοῦσιν, ὡς ἀκόλουθον δεχόμενοι τὸ τοῦτοῖς προκείμενον.