Ancient Greek
267.39 to 267.54
Gregorius Nyssenus Theol., Contra Eunomium 267.39-54
Unproofread scanNot analysed yet
λέγων· ὅτι Φανερωθείσης τῆς ἀληθείας, οὐκέτι ἡ ἐμὴ δόξα ἄλλῳ δοθήσεται, οὔτε αἱ ἐμαὶ ἀρεταὶ τοῖς γλυπτοῖς ἀνατεθήσονται. Οὐ γὰρ δουλεύσουσι τοῖς φύσει· μὴ οὖσι θεοῖς, τὴν ἐμὴν δόξαν ἐπιγινώσκοντες οἱ ἄνθρωποι. Ὅσα τοίνυν περὶ τῆς ἀντικειμένης ἐνεργείας ἐκ προσώπου τοῦ Κυρίου ὁ προφήτης εἶπε, ταῦτα ὁ Θεομάχος εἰς αὐτὸν ἀναφέρει τὸν Κύριον, τὸν ταῦτα διὰ τοῦ προφήτου φθεγξάμενον. Τίς τοιούτος ἐν τοῖς τυράννοις μνημονεύεται γεγενηθὼς διώκτης D τῆς πίστεως; Τίς τοῦτο κατεσκεύασεν; ὡς ὁ ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν διὰ σαρκὸς ἐπιφανείς, καθὼς ἐπιστεύσαμεν, οὐχ ἀληθινὸς ἐστὶ Θεός· ἀλλὰ ὁ τῷ Θεῷ ἀντικείμενος, ὁ ἐν τοῖς γλυπτοῖς τε καὶ τοῖς εἰ- δόλοις ἐνεργὼν τὴν κατὰ τῶν ἀνθρώπων ἀπάτην· ἀ γὰρ περὶ ἐκείνου εἴρηται διὰ τοῦ προφήτου, ταῦτα ὁ Εὐνόμιος εἰς τὸν Μονογενῆ Θεὸν μετατίθησι. Οὐδὲ αὐτὸ τοῦτο νόησας, ὅτι αὐτὸς ὁ Μονογενὴς ἐστιν ὁ ταῦτα ἐν τῷ προφήτῃ φθεγξάμενος, καθὼς οὗ κ