Ancient Greek
269.1
Gregorius Nyssenus Theol., Contra Eunomium 269.1
Unproofread scanNot analysed yet
καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες, τὰ γήινα δόγματα· οἱ, καθὼς φησιν ὁ Προφήτης, ἐκ τῆς φωνοῦντες. Ὅσοι δὲ προσκυνούμεν τὸν Λόγον, καὶ τῆς ἀληθείας ἐσμέν μαθηταί, μᾶλλον δὲ εἶναι εὐχόμεθα, μηδέ ταύτην παραδράμωμεν τὴν φωνὴν ἀθεώρητον· οἴδαμεν γὰρ ὅτι πάντων τῶν ὀνομάτων, δι’ ὧν τὸ θεῖον διασημαίνεται, τινὰ μὲν ἐνδεικτικὰ τῆς θείας μεγαλωσύνης ἐστίν, αὐτὰ ἐφ’ ἑαυτῶν λεγόμενα τε καὶ νοούμενα· τινὰ δὲ ταῖς ὑπὲρ ἡμᾶς τε καὶ πᾶσαν τὴν κτίσιν ἐνεργείαις ἐπωνομάζεται. Ὅταν μὲν γὰρ λέγῃ ὁ θεῖος Ἀπόστολος, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, καὶ τὰ τοιαῦτα, τὰ παραστατικὰ τῆς ὑπερκειμένης δυνάμεως νοήματα διὰ τῶν ὀνομάτων τούτων ἐνδείκνυται. Ὅταν δὲ λέγεται παρὰ τῶν Γραφῶν, οἰκτίρμων καὶ ἐλεήμων, πολυέλεος, ἀληθινός, Χριστός, Κύριος, ἰατρός, ποιμήν, ὁδός, ἄρτος, πηγὴ, βασιλεύς, κτίστης, δημιουργός, ὑπερασπιστής, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, ὁ ἐν πᾶσι τὰ πάντα· ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἐν τῇ κτίσει παρὰ τῆς θείας φιλαθρωπίας ἐνεργουμένων περιέχει τὴν ἔμφασιν. Τὸ τοίνυν τοῦ παντοκράτορος ὄνομα τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρίσκεται, μὴ ἄλλο τί σημαίνειν ἐπὶ τῆς θείας δυνάμεως, ἢ τὸ πρὸς τί πως ἔχειν τὴν κρατιτικήν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐνεργείαν, ἢ τοῦ παντοκράτορος ἔμφασις ὑποδείκνυσιν· ὥσπερ γὰρ οὐκ ἂν ἰατρὸς ἦν εἰ μὴ τῶν νοσούντων χάριν, οὐδ’ ἂν ἐλεήμων τε καὶ οἰκτίρμων καὶ τὰ τοιαῦτα κατενομάζετο· εἰ μὴ διὰ τὸν οἰκτιρμοῦ τε καὶ ἐλέου δεόμενον· οὕτως οὐδὲ παντοκράτωρ, εἰ μὴ πᾶσα ἡ κτίσις τοῦ περιχρατοῦντος αὐτήν, καὶ ἐν τῷ εἶναι συντηροῦντος ἐδεέτο. Οὕκοῦν ὥσπερ ἰατρὸς τῷ δεομένῳ τῆς θεραπείας γίνεται, οὕτω καὶ παντοκράτωρ τῷ χρῆζοντι τοῦ κρατεῖσθαι· καὶ ὥσπερ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὕτως ἐκ τοῦ ἀκολούθου καλῶς ἐστιν εἰπεῖν, μηκέτι τοῦ κρατοῦντος χρῆζειν ἐκεῖνον, ἐν ᾧ τὸ ἀπλάνων τε καὶ ἀμετάπτωτον ἡ φύσις ἔχει. Οὕκοῦν ὅταν τῆς παντοκράτωρ φωνῆς ἀκούσωμεν, τοῦτο νοοῦμεν, τὸ πάντα τὸν Θεὸν ἐν τῷ εἶναι συνέχειν, ὅσα τε νοητά, καὶ ὅσα τῆς ὀλικῆς ἐστι φύσεως. Διὰ τοῦτο γὰρ κατέχει τὸν γῦρον τῆς γῆς, διὰ τοῦτο ἔχει ἐν τῇ χειρὶ τῆς γῆς τὰ πέρατα, διὰ τοῦτο περιλαμβάνει τὸν οὐρανὸν τῇ σπαθαμῇ, διὰ τοῦτο περιμετρεῖ τῇ χειρὶ τὸ ὕδωρ, διὰ τοῦτο τὴν νοητὴν πᾶσαν κτίσιν ἐν ἑαυτῷ περιέχει, ὅνα πάντα ἐν τῷ εἶναι μένῃ τῇ περιεκτικῇ δυνάμει περιχρατουόμενα.