Ancient Greek
272.1
Gregorius Nyssenus Theol., Contra Eunomium 272.1
Unproofread scanNot analysed yet
A παρὰ ποίας ἐδιδάχθη Γραφῆς; Τὸ ἐναντίον μὲν οὖν πᾶσα θεόπνευστος Γραφὴ τὴν αὐθεντείαν αὐτῷ καὶ αὐτοκρατορίαν προσμαρτυρεῖ ἐξουσίαν, λέγουσα, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Δῆλον γὰρ ὅτι ταῦτά φησιν ὁ Προφήτης περὶ τοῦ τὰ σύμπαντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὗ ἡ ἐξουσία, πᾶσαν οὐσίαν καὶ φύσιν, καὶ πάντα τὰ ἐν τῇ κτίσει νοούμενα τε καὶ ὁρώμενα, ἐν μόνῃ τῇ τοῦ θελήματος ὁρμῇ συνεστήσατο. Προσθὲν τοίνυν κινουμένου ὁ Εὐνόμιος, μυριοτρόπως ἐπιψημίζει τῷ βασιλεῖ τῆς κτίσεως τὸ ὑπήκοον, Ὑπήκοος, λέγων, πρὸς πᾶσαν δημιουργίαν, καὶ πρὸς πᾶσαν διοίκησιν ὑπήκοος, ὑπήκοος ἐν λόγοις καὶ ἔργοις. Καίτοι παντὶ δῆλον τὸ τοιούτων ἐστιν, ὅτι μωρὸς ἐν λόγοις τε καὶ ἔργοις ἑτέρῳ τις ὑπήκοος γίνεται, ὁ μήπω τὴν ἐξουσίαν τοῦ ποιεῖν ἀκριβῶς· ἢ λέγειν ἀλήππως ἐν ἑαυτῷ κατορθῶσας· ἀλλὰ πρὸς τὸν διδάσκαλον ἑαυτοῦ καὶ καθηγέμονα βλέπων, ταῖς ὑποθήκαις ἐκείνου τὸ ἐν τοῖς λόγοις τε καὶ ἐν τοῖς ἔργοις ἀκριβὲς ἐκπαιδεύεται. Τὸ δὲ τὴν Σοφίαν ἐπιστάτου χρήκειν οἴσθαι καὶ διδασκάλου, τοῦ τὴν ἀκολουθίαν ἢ τὴν δικαιοσύνην πρὸς τὸ δέον αὐτῇ κατευθύνοντος, μόνος τῆς Εὐνομίου φαντασίας ἐστίν. Καὶ περὶ τοῦ Πατρὸς φησιν, ὅτι Πιστὸς ἐν λόγοις, καὶ πιστὸς ἐν ἔργοις· τῷ δὲ Υἱῷ τὸ πιστὸν ἐν τοῖς γενομένοις τε καὶ λεγομένοις οὐκ ἐμαρτύρησας, ἀλλ’ ὑπήκοον αὐτὸν ἐν λόγοις εἶναι, καὶ οὐ πιστὸν ἀπεφήνατο. Ὡς διὰ πάντων ὧν λέγει τὴν κατ’ αὐτοῦ βλασφημίαν τὸ Ἰσον ἔχειν· τὸ δὲ μωρὸν τε καὶ ἀδιάνοητον τῆς μεταξὺ τούτων παρεντεθείσης ῥήσεως, πρέπει τάχα σωπῆ παρελθεῖν, μὴ τῶν τῶν ἀπειροκάππων ἐπιγελάσῃ τῇ ματαιότητι, δακρύειν δὲν ἐπὶ τῇ τῶν ψυχῶν αὐτῶν ἀπωλείᾳ, ἢ γελάειν ἐπὶ τῇ μωρίᾳ τῶν λόγων. Φησὶ γὰρ ὁ σοφὸς οὗτος καὶ περιεσχημένος δογματιστής, οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι Υἱόν. Ὦ τῆς ἀγχινίας· ὡς ἀναγκαίως περὶ τούτων ἡμῖν διοριεῖται! Ὅτι οὐ πρότερον ὑπήκοος ἐγένετο, καὶ τότε Υἱός, οὐδὲ πρεσβυτέραν χρή νοεῖν τὴν ὑπακοὴν αὐτοῦ τῆς γεννήσεως. Εἰ δὲ μὴ προσδιωρίσατο ταῦτα, εἰς οὕτω μωρὸς καὶ ἡλίθιος ἦν, ὡς μισθὸν ὑπακοῆς λήφθαι παρὰ τοῦ Πατρὸς αὐτῷ δεδόσθαι τὴν γέννησιν, τῷ πρὸ τῆς γεννήσεως ἐπιδειξαμένῳ τὸ εὐπειθὲς καὶ ὑπήκοον· Ἄλλ’ ἵνα μὴ προχειρῶς τις ἐκ τῆς ἀνοίας τῶν λεγομένων κατασυρῇ πρὸς τὸν γέλωτα, νοησάτω ὅτι ἔχει τι καὶ ἡ μωρία τῶν λεγομένων δακρύων ἀξίον. Ὁ γὰρ βούλεται κατασκευάσαι διὰ τούτων, τοιούτον ἐστιν, ὅτι φύσις αὐτῷ ἐστιν ἡ ὑπακοή. Ὡς μηδὲ βουλομένῳ δυνατὸν γενέσθαι τὴ μὴ ὑπήκοον εἶναι.