Ancient Greek
278.1
Gregorius Nyssenus Theol., Contra Eunomium 278.1
Unproofread scanNot analysed yet
ἀ· παύγασμα σφραγὶς ἐστιν ἐνεργείας Θεοῦ. Ὁ τῆς ἀσεβοῦς ἀμαθίας· τὶ μέσον ἐστὶ τοῦ Θεοῦ καὶ τῆς ἀθλίου μορφῆς; τίνι δὲ μετατίθεται πρὸς τὸν χαρακτῆρα ἑαυτῆς ἡ ὑπόστασις; τί δὲ μεταβαίνει τῆς δόξης καὶ τοῦ ἀπαυγάσματος; Ἄλλὰ τοιούτων ὄντων καὶ τοσούτων, δι’ ὧν τὸ μεγαλεῖον ἀνακηρύσσεται τοῦ Δεσπότου τῆς κτίσεως, παρὰ τῶν πεπιστευμένων τὸ πνεῦγμα, οἷα περὶ αὐτοῦ διεξέρχεται ὁ τῆς ἀποστασίας πρόδρομος, τί λέγει; Ὡς εἰκόνα, φησὶ, καὶ σφραγίδα κώσης τῆς τοῦ Παντοκράτορος ἐνεργείας καὶ δυνάμεως. Πῶς παραγράφεται τὰς τοῦ μεγάλου Παύλου φωνάς; ἐκεῖνος φησιν, ὅτι Θεοῦ δύναμὶς ἐστιν ὁ Υἱός, οὗτος δὲ αὐτὸν σφραγίδα λέγει δύναμεως, οὐχὶ δύναμιν.