Ancient Greek
280.1
Gregorius Nyssenus Theol., Contra Eunomium 280.1
Unproofread scanNot analysed yet
βλασφημίαν, δι' αὐτῆς τῆς τοῦ Κυρίου ὁμολογίας κρατουμένην· τοῦτο γάρ φησί, Τὸν ἐπ' ἑσχάτων τῶν ἡμερῶν γεγόνεντα ἄνθρωπον, οὐκ ἀναλαβόντα τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον. "Ἐγὼ δὲ πᾶσαν διερευνησάμενος τὴν θεόπνευστον τε καὶ ἁγίαν Γραφήν, οὐχ ὁρῶ παρ' αὐτὴν τὴν φωνὴν ἐγγραμμένην, ὅτι μόνην τὴν σάρκα δίχα ψυχῆς, ἐν τῷ καιρῷ τῇ κατὰ ἀνθρώπων οἰκονομίᾳ, ὅ τὰ πάντα ποιήσας εἰς ἑαυτὸν ἀνεδέξατο. Ἀναγκαῖως οὖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας ἡμῶν βλέπων, καὶ πρὸς τὰ δόγματα τῶν Πατέρων, καὶ πρὸς τὰς θεοπνεύστους φωνάς, τὴν ἐν τῷ μέρει τούτῳ κατασκευασομένην ἀσέβειαν διελέξαι πειράσομαι. "Ἡλθεν ὁ Κύριος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· ἀπώλετο δὲ οὐ ψυχή, ἀλλ' ὅλος ὁ ἄνθρωπος ἀπὸ ψυχῆς συγκεκραμένος. Καὶ εἰ χρὴ τὸν ἀληθεστέρον εἰπεῖν λόγον, τοῦ σώματος ἡ ψυχὴ προαπώλετο. "Ἡ γὰρ παρακοή, προσιμέσεως, οὐ σώματος, ἀμαρτία ἐστιν· ἔστιν δὲ ψυχῆς ἡ προαίρεσις, ἀφ' ἧς πᾶσα ἡ τῆς φύσεως συμφορὰ τὴν ἀρχὴν ἔσχεν· ὡς μαρτυρεῖ τοῖς λόγοις ἡ ἀφευδὴς τοῦ Θεοῦ ἀπειλή· ὅτι ἐν ἡ ἡμέρᾳ τῶν ἀππηρευμένων φάγωσι, ἀνυπερθέτως συναρθρήσεταί τῃ βρώσει ὁ θάνατος. Διπλοῦν δὲ ὄντος τοῦ ἀνθρωπίνου συγχρώματος, καταλλήλως καθ' ἕκτερον ἐνεργεῖται ὁ θάνατος, τῆς διπλῆς ζωῆς ἐνεργοῦσης τῷ νεκρουμένῳ τὴν στέρεσιν. Σώματος μὲν γὰρ ἐστὶ θάνατος, ἡ τῶν αἰσθητηρίων σβέσις, καὶ ἡ πρὸς τὰ συγγενῆ αὐτῶν στοιχεῖον διάλυσις. Ψυχῆς δὲ, φησίν, ἡ ἀμαρτανούσα, αὐτὴ ἀποθανεῖται. Ἀμαρτία δὲ ἐστιν ἡ τοῦ Θεοῦ ἀλλοτρίωσις, ἥ ἐστιν ἡ ἀληθινὴ τε καὶ μόνη ζωή. Οὐκοῦν πολλάς ἐτῶν ἑκατοντάδας ἐπεῖδὼ C μετὰ τὴν παρακοὴν ὁ πρωτόπλαστος, ἀλλ' ὁ Θεὸς οὐκ ἐψευσάτο εἰπών· "Ἐν ἡ ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Διὰ γὰρ τοῦ ἀλλοτριωθῆναι αὐτὸν τῆς ὄντως ζωῆς, αὐθιμερῶν ἐχωρῶθ κατ' αὐτοῦ ἡ τοῦ θανάτου ἀπόφασις. Μετὰ ταῦτα δὲ χρόνους ὑστερον καὶ ὁ σωματικὸς τῷ Ἀδὰμ ἐπηκολούθησε θάνατος. Ὁ τοίνυν διὰ τοῦτο ἐλθὼν, ἵνα ζητῇσῃ καὶ σῶσῃ τὸ ἀπολωλός, ὅπερ ἐν τῇ παραβολῇ ὁ ποιμὴν πρόβατον ὀνομάζει· καὶ εὑρίσκει τὸ ἀπολωλός, καὶ ἀναλαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον, οὐ μόνην τὴν τοῦ προβάτου δорάν. Ἵνα ἄρτι ποιήσῃ τὸν τοῦ Θεοῦ ἄνθρωπον, διὰ ψυχῆς τε καὶ σώματος ἀνακραθέντα πρὸς τὴν θεότητα. Καὶ οὕτως οὐδὲν ἀρξκε τῆς φύσεως· ἡμῶν ὁ οὐκ ἀνέλαβεν ὁ κατὰ πάντα πεπειραμένος καθ' ὁμοιότητα, χωρὶς ἀμαρτίας. "Ἡ δὲ ψυχὴ ἀμαρτία οὐκ ἐστιν, ἀλλὰ δεκτικὴ ἀμαρτίας ἐξ ἀδουλίᾳς ἐγένετο, ἣν διὰ τοῦτο ἀγιάζει διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως· ἵνα τῇ παραχρῆ ὅλον συναγάγῃ τὸ φῶραμα. Οὐ γάρ καὶ ὁ ἄγγελος μηνύων τῷ Ἰωσὴφ τὴν τῶν ἑβρῶν τοῦ Κυρίου ἀπολύτρωσιν, φησίν, ὅτι Ἰησοῦν καὶ ὀνομάσετε τὴν ψυχὴν τοῦ παιδίου. Καὶ ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους λέγει, ὅτι Ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν ἐλάληκα· "Ἀνθρώπος δὲ τοῦ τοῦ ἀνθρώπου σώμα οὐ λέγεται, ἀλλὰ τὸ ἐξ ἀμφοτέρων συγκεκμενον. Καὶ πάλιν φησὶ πρὸς αὐτούς, ὅτι Ἐμοὶ χολάτε, ὅτι